Παρασκευή 22 Ιανουαρίου 2016

Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται




Ὅτε τὸν παναρμόνιον τουτονὶ κόσμον ἐξ ἀρχῆς ἔπλαττεν ὁ Θεὸς, θαύματα ἐπὶ θαύμασιν εἰργάσατο,
οὐ νόμῳ φύσεως δουλεύων,
ἀλλ' ἐξουσίᾳ δυνάμεως πάντα τεκταινόμενος.
Οἷόν τι λέγω·
Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.
Εἶδες τάξιν καὶ ἀκολουθίαν;
Πρότερον τὸν ὄροφον, καὶ τότε τὸ ἔδαφος.
Ὅπερ γὰρ εἶπον, οὐ νόμῳ φύσεως ἐδούλευεν,
οὐδὲ τάξει τέχνης, ἀλλ' ἐξουσίᾳ δυνάμεως.
Εἱστήκει ἡ στέγη, καὶ τὸ ἔδαφος οὐκ ἐφαίνετο·
ἡ γὰρ δύναμις τοῦ ἐργαζομένου πάντα διεκράτει.
Ἐρώτησον τὸν αἱρετικόν·
Εἰπέ μοι, πῶς ἡ στέγη ἐγένετο, καὶ τὸ ἔδαφος οὐχ ὑπέκειτο;
εἰπέ μοι τὸν λογισμὸν, εἰπέ μοι τὸν τρόπον.
Ἀλλὰ σιγᾷς, καὶ πίστει σεαυτῷ παραχωρεῖς.
Ποίας ἄξιος εἶ συγγνώμης, τὰ μὲν κοσμικὰ καὶ ἐπίγεια τῇ πίστει σεαυτῷ παραχωρῶν, τὰ δὲ θεῖα καὶ ἐπουράνια περιεργαζόμενος καὶ πολυπραγμονῶν;
Ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν·
ἐποίησε τὴν γῆν ἔδαφος, καὶ ὕδατα αὐτῇ ὑπέθηκεν.
Εἶδες θεμέλιον τοῦ οἰκοδομήματος;
Ἄνωθεν γῆ, καὶ κάτωθεν ὕδατα.
Καίτοι γε οἱ οἰκοδόμοι ἑτέρως ἐργάζονται·
ἐξαντλοῦσι τὰ ὕδατα, καὶ τότε τὸν θεμέλιον καταβάλλονται.
Ὁ δὲ Θεὸς ἐπάνω τῶν ὑδάτων ἔθηκε τὸν θεμέλιον,
ἵνα μὴ τὴν δύναμιν τοῦ θεμελίου,
ἀλλὰ τὴν ἐξουσίαν τοῦ ἐργαζομένου θαυμάσῃς.
Ἀλλ' ὅπερ ἔλεγον, προσέχετε μετὰ ἀκριβείας·
φιλοσόφων γὰρ ἅπτομαι λόγων.
Ὅτε δὲ τὸν παναρμόνιον τουτονὶ κόσμον εἰργάζετο,
τὰ μὲν ἄλλα πάντα ἀπὸ μοναδικῆς ἐποίησεν οὐσίας.
Κἂν ἀσαφὴς ᾖ ὁ λόγος, ποιήσω αὐτὸν σαφέστερον, ἐὰν προσέχητε·
Τὰ μὲν ἄλλα πάντα ἀπὸ μοναδικῆς ἐποίησεν οὐσίας,
τὰ ἄνω καὶ τὰ κάτω (καὶ γὰρ κόσμος ἐκεῖνος, καὶ κόσμος οὗτος· δύο οὗτοι κόσμοι)·
ἀλλ' ἕκαστος τῶν γενομένων, ἀπὸ μοναδικῆς οὖν οὐσίας.
Οἷόν τι λέγω·
Τὰ ἄνω πάντα ἀσώματα, τὰ κάτω πάντα σώματα,
τὰ ἄνω νοερὰ, τὰ κάτω αἰσθητά·
τὰ ἄνω ἀόρατα, τὰ κάτω ὁρατά.
Πάντα σώματα τὰ κάτω, καὶ οὐρανὸς, καὶ ἥλιος, καὶ σελήνη, καὶ γῆ, καὶ θάλαττα, καὶ δένδρα, καὶ φυτὰ, καὶ βόες, καὶ πρόβατα, καὶ ἵπποι·
πάντα ὁρώμενα, πάντα αἰσθητὰ, πάντα σώματα,
πάντα ἁφῇ ὑποβαλλόμενα, καὶ ὄψει ὁρώμενα.
Τὰ ἄνω πάντα ἀόρατα, νοερὰ, ἄγγελοι, ἀρχάγγελοι, θρόνοι, κυριότητες, ἀρχαὶ, ἐξουσίαι, δυνάμεις, τὰ Χερουβὶμ, τὰ Σεραφίμ.
Οὔτε ἐκεῖνα ὁρατὰ, οὔτε ταῦτα ἀόρατα·
οὔτε ἐκεῖνα σώματα, οὔτε ταῦτα ἀσώματα,
ἀλλὰ καὶ ταῦτα σώματα, καὶ ἐκεῖνα ἀσώματα·
πάντα ἐκ μοναδικῆς ἐγένετο οὐσίας, καὶ τὰ κάτω, καὶ τὰ ἄνω·
καὶ τὰ μὲν ἀπὸ σωμάτων, τὰ δὲ ἐξ ἀσωμάτων,
τὰ μὲν σώματα, τὰ δὲ ἀσώματα.
Μόνος ὁ ἄνθρωπος ἐκ διπλῆς ἐγένετο οὐσίας,
τῆς μὲν βελτίονος, τῆς δὲ χείρονος, ψυχῆς τε καὶ σώματος·
ἡ μὲν γάρ ἐστιν ἀόρατος καὶ νοερὰ, ἡ ψυχή·
τὸ δὲ σῶμα αἰσθητὸν καὶ ὁρατόν.
Τίνος οὖν ἕνεκεν οἱ μὲν δύο κόσμοι οὗτοι ἀπὸ μοναδικῆς ἐγένοντο οὐσίας, καὶ οὔτε ἄνω σώματα, οὔτε κάτω ἀσώματα·
ἄνθρωπος δὲ μόνος ἀπὸ ἀσωμάτου καὶ σώματος συνέστηκεν;
Ἀκούσατε τὴν αἰτίαν,
καὶ μάθετε τοῦ ἐργαζομένου τὴν σοφίαν.
Ἐπειδὴ γὰρ δύο κόσμοι ἦσαν οὗτοι τῇ οὐσίᾳ διεστηκότες,
ὁ μὲν ἀσώματος, ὁ δὲ ἐνσώματος·
ὁ μὲν ἀόρατος, ὁ δὲ ὁρατός·
ὁ μὲν νοερὸς ὁ ἄνω, ὁ δὲ αἰσθητὸς ὁ κάτω·
ἵνα μὴ ἡ διαφορὰ τῶν ἔργων διαφόρους δημιουργοὺς εἰσαγάγῃ, καὶ μὴ λέγηται, ὅτι ἄλλος τὰ ἄνω ἐποίησε,
καὶ ἄλλος τὰ κάτω, διπλοῦν ζῶον ἐν τῷ κόσμῳ ἔθηκεν ἀνακηρύττειν καὶ τῶν ἄνω καὶ τῶν κάτω τὴν δημιουργίαν.
∆ιπλοῦς κόσμος ἄνθρωπος, καὶ τῶν ἄνω τὸ συγγενὲς ἔχων τὴν ψυχὴν, καὶ τῶν κάτω τὸ σῶμα,
σύνδεσμός τις καὶ γέφυρα, ἕνα δημιουργὸν ἔχων,
τὸν τὰ ἄνω καὶ τὰ κάτω ἐργασάμενον·
καὶ καθάπερ παρθένος,
ἐμπέπλεκται ἡ ψυχὴ ἐν μέσῳ τῷ σώματι.
Ἐπεὶ οὖν διπλῆ γέγονεν ἡ οὐσία, διπλῆ αὐτῆς καὶ ἡ χρεία.
Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ·
διπλῆ αὐτῆς καὶ ἡ χρεία.
Ἔστι σῶμα, καὶ ἔστι ψυχή.
Ὥρισε τῷ σώματι τροφὴν, καὶ τῇ ψυχῇ λόγον·
τρέφεται τὸ σῶμα ἄρτῳ, τρέφεται καὶ ἡ ψυχὴ τῷ λόγῳ·
ἔχει ἔνδυμα τὸ σῶμα, ἱμάτια·
ἔχει ἔνδυμα καὶ ἡ ψυχὴ, τὴν ἀρετήν.
Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη·
οὐ περὶ αἰσθητῶν ἱματίων λέγουσα ἡ Γραφὴ,
ἀλλὰ περὶ τῶν τῆς ἀρετῆς.
Πᾶσα γὰρ ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν ἐν κροσσωτοῖς χρυσοῖς.
Τί οὖν;
∆ιπλοῦς ὁ ἄνθρωπος, καὶ διπλῆ ἡ οὐσία·
καὶ δεῖται ἡ ψυχὴ λόγου διδάσκοντος, νοοῦντος, ἀπωθουμένου τὰ πάθη, διορθοῦντος τὰ τραύματα.
Μὴ τοίνυν τὴν αἰσθητὴν μόνον προσέχωμεν τράπεζαν,
ἀλλὰ καὶ τὴν νοερὰν ὑμῖν παραθῶμεν ἀπὸ τῶν Παύλου ῥημάτων τὴν ἑστίασιν ὑμῖν ἐργαζόμενοι,
καὶ τὸν σκηνοποιὸν εἰς μέσον ἄγοντες, τὸν ἰδιώτην,
τὸν ἀμαθῆ, τὸν τῆς οἰκουμένης διδάσκαλον,
τὸν τοῖς δαίμοσι φοβερὸν, τὸν νοσήματα ἐλαύνοντα, τὸν ἄνω καὶ κάτω περιτρέχοντα, τὸν εἰς παράδεισον ἐλθόντα, τὸν εἰς τρίτον ἀνελθόντα οὐρανὸν, τὸν ἐν τῇ τέχνῃ τοσαύτην ἔχοντα τὴν χάριν, τὸν οὐ παρὰ τῆς τέχνης διακωλυόμενον, ἀλλ' ἐπιτήδευμα μεταχειρίζοντα,
καὶ λάμποντα τοῖς κατορθώμασιν.
Ἄγωμεν αὐτὸν εἰς τὸ μέσον·
οὐ γὰρ λαμβάνω αὐτοῦ κόρον τῶν ἐγκωμίων.
Ἐραστὴς αὐτοῦ εἰμι τοῦ κάλλους·
οὐ γάρ ἐστι σωματικὸν, ἵνα σήπηται,
ἀλλὰ πνευματικὸν μηδέποτε μαραινόμενον.
Τὸ σῶμα διελύθη, καὶ ἡ μορφὴ λάμπει ὑπὲρ τὸν ἥλιον.
Ὁ ἥλιος ἄνω τρέχει, Παῦλος κάτω ἀντιτρέχει·
ὁ μὲν αἰσθητὸν φαίνων φῶς,
ὁ δὲ νοερὸν εἰς τὰς ψυχὰς εἰσάγων·
ὁ μὲν ἐν νυκτὶ παραχωρῶν, ὁ δὲ καὶ ἐν νυκτὶ λάμπων.
Ἔλαβε βασιλέας, καὶ εὐσεβείας ἐνέπλησεν·
ἔλαβε γυναῖκας, καὶ ἀνδρῶν ἀνδρειοτέρας κατέστησεν·
ἔλαβε νέους, καὶ γεγηρακότων συνετωτέρους κατεσκεύασεν·
ἑκατέραν φύσιν, πᾶσαν ἡλικίαν κατώρθωσεν ὁ σμίλην ἔχων, ὁ δέρματα ῥάπτων·
οὐ γὰρ παύσομαι συνεχῶς αὐτοῦ λέγων τὴν τέχνην.
Νύμφη παρεσκευασμένη, βασιλέων σεμνότερος,
πλουσίων εὐπορώτερος, στρατιωτῶν δυνατώτερος,
τειχῶν ἀσφαλέστερος·
λύρα ἡ γλῶσσα, μέλιτος γλυκύτερος, θαλάσσης βαθύτερος, οὐρανοῦ ὑψηλότερος, πυρὸς θερμότερος, σιδήρου τομώτερος·
Θεοῦ τὴν χάριν ἔχων, ναὸς τοῦ Θεοῦ, στόμα τοῦ Χριστοῦ, λύρα τοῦ Πνεύματος, τῶν κατηχουμένων κήρυξ, τῶν πιστῶν παιδοτρίβης, πανταχοῦ περιερχόμενος, τεῖχος μηδέποτε καταπῖπτον, ἐπιστολαὶ τὴν οἰκουμένην νικῶσαι καὶ τὴν κιβωτόν.
Ἀρκεῖ σοι ἡ χάρις μου·<br />ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.
Καθάπερ γὰρ Νῶε σανίδας ῥάψας κιβωτὸν εἰργάσατο, οὕτω καὶ Παῦλος ἐπιστολὰς γράψας κατεσκεύασε κιβωτὸν νοεράν·
αὕτη ἐκείνης βελτίων.
Ἡ μὲν γὰρ ἐλάμβανε τὰ ἄλογα, καὶ ἐτήρει τὰ ἄλογα·
αὕτη δὲ λαμβάνει τὰ ἄλογα, καὶ μεταβάλλει.
Οἷόν τι λέγω·
Εἰσῆλθεν εἰς τὴν κιβωτὸν λύκος, καὶ ἐξῆλθε λύκος·
εἰσῆλθεν εἰς τὰς Παύλου ἐπιστολὰς λύκος,
καὶ ἐξῆλθε πρόβατον·
εἰσῆλθε μάγος, καὶ διωρθώθη·
εἰσῆλθεν ὕπατος, καὶ βελτίων ἐγένετο.
Καὶ ἐκείνη μὲν ἡ κιβωτὸς τὸν Νῶε διέσωσε μόνον μετὰ δύο ἢ τριῶν ὀνομάτων·
αὕτη δὲ ἡ κιβωτὸς τὴν οἰκουμένην ἐσαγήνευσε.
Πανταχοῦ πλέει καθ' ἑκάστην ἡμέραν,
καὶ αἱ σανίδες οὐ διαλύονται·
οὐ γὰρ πίσσῃ, ἀλλὰ Πνεύματί εἰσι κεχρισμέναι.
Ἀπῆλθεν ὁ Νῶε ἐξ αὐτῆς, καὶ αὐτὴ πλέει·
ἀπέθανε Παῦλος, καὶ ἡ κιβωτὸς ζῇ·
καθ' ἑκάστην ἡμέραν σαγηνεύει, καὶ οὐ καταποντίζεται·
ἔχει γὰρ τοῦ κυβερνήτου τῆς οἰκουμένης τὴν χάριν αὐτὴν κατέχουσαν.
Ἐπεὶ οὖν τοιαῦται αἱ ἐπιστολαὶ, τοιαῦται αἱ σανίδες, τοιαύτη ἡ σωτηρία, φέρε δὴ τὴν γλῶτταν ἐνταῦθα ἀφήσωμεν, μίαν λέξιν ὑμῖν ἑρμηνεύοντες, καὶ πᾶσαν τὴν ὁμιλίαν εἰς ταύτην ἀναλίσκοντες.
Τοιαύτη γὰρ ἡ τῶν Γραφῶν περιουσία.
Καθήμενος γὰρ καὶ ἀκούων αὐτοῦ λέγοντος,
ὅτι ἡρπάγη εἰς τρίτον οὐρανὸν,
καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ εἰπεῖν·
εἶτα προϊόντος καὶ λέγοντος·
Ἐν τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ·
ἐφοβήθην, μή τις τῶν ἀκουόντων ἀγνοῶν τὸ νόημα, ἁπλουστέρως σκανδαλισθῇ, ἀνάγκην ἐποιησάμην ταύτην εἰς μέσον τὴν ῥῆσιν ἀγαγεῖν, καὶ διαψηλαφῆσαι οὕτως.
Εἴτε γὰρ ἠγνόει τις, σαφὲς ἔσται·
εἴτε μὴ, γνωριμώτερον καὶ εὔληπτον ἔσται·
ὁ μὲν γὰρ εἰδὼς, ἀναμνησθήσεται·
ὁ δὲ μὴ εἰδὼς, μαθήσεται.
Καὶ γὰρ πολλῶν ἤκουσα τὸ νόημα ἀγνοούντων καὶ λεγόντων, ὅτι παρεδόθη τῷ Σατανᾷ ὁ Παῦλος.
Τί λέγεις, εἰπέ μοι;
Παρεδόθη, φησὶ, τῷ Σατανᾷ, ἵνα τὴν κεφαλὴν αὐτοῦ πλήξῃ·
καὶ κεφαλαλγίαν αὐτῷ ἐνέβαλεν ὁ διάβολος.
Τοῦτο ὅλον;
τὸν διδάσκαλον τῆς οἰκουμένης, τὸν παραδείσου πολίτην, τὸν ναὸν τοῦ Χριστοῦ, ὅπερ ἔφην, τὴν λύραν τοῦ Πνεύματος, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν τὴν οἰκουμένην διαδραμόντα, τὸν τὰς ἀκάνθας τῶν ἁμαρτημάτων ἀνασπάσαντα, τὸν τὰ σπέρματα τῆς εὐσεβείας ἐμβαλόντα, τὸν ἐν γῇ τρέχοντα, τὸν ἐν θαλάσσῃ ἀγωνιζόμενον, τὸν νυχθήμερον ἐν τῷ βυθῷ πεποιηκότα, τὸν ἐν δεσμωτηρίοις στεφανούμενον, τὸν ἐν δικαστηρίῳ τρόπαιον στήσαντα, τὸν πᾶσαν ἐπιδραμόντα τὴν οἰκουμένην, τὸν ἄϋπνον ἐκεῖνον, οὗ τὰ ἱμάτια νόσους ἐφυγάδευσεν, οὗ ἡ ζωὴ θάνατον δραπετεύειν παρεσκεύασε, τοῦτον ὑποχείριον ὁ διάβολος εἶχε;
Καὶ μὴν τὸ ἐναντίον ἀκούω ποιοῦντα.
Ἐπόρνευσέ τις παρὰ Κορινθίοις·
ἤκουσεν ὁ Παῦλος, καὶ τί φησι;
Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ τοῦ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας.
Ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτω τοῦτο κατεργασάμενον, ἐν τῷ ὀνόματι τοῦ Κυρίου συναχθέντων ὑμῶν ἁπάντων, καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ.
Ἐννόησον ἐξουσίαν Παύλου·
τὸν πεπορνευκότα παρέδωκε τῷ Σατανᾷ,
ἵνα πλήξῃ αὐτὸν ὁ Σατανᾶς, ἵνα ἡ κόλασις αὐτῷ αὕτη καθάρσιον γένηται τοῦ ἁμαρτήματος.
Ὅτι γὰρ τοῦτο ἐγένετο, ἐν τῇ δευτέρᾳ ἐπιστολῇ λέγει·
Κυρώσατε εἰς αὐτὸν ἀγάπην,
ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ.
Σὺ παρέδωκας τῷ Σατανᾷ, καὶ σὺ λέγεις.
Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ;
Οὐ γὰρ οἶδε, φησὶ, μέτρον ὁ Σατανᾶς.
Παρέδωκα ὅτε ἔδει, ἀπολαμβάνω ὅτε χρή·
παρέδωκα ὡς δημίῳ τῷ Σατανᾷ,
ἵνα μόνον ἀποσμηχθῇ ὁ ἡμέτερος ἄνθρωπος·
λάβωμεν αὐτόν.
Ἐὰν γὰρ ἐπὶ πλεῖον ἀφῶμεν αὐτὸν,
πλεονεκτούμεθα ὑπὸ τοῦ Σατανᾶ·
οὐ γὰρ οἶδε μέτρον ὁ Σατανᾶς.
Παρέδωκα, ἵνα διορθώσηται ἑαυτόν·
ἐὰν δὲ ἀφῶμεν αὐτὸν, ἀποκτενεῖ αὐτὸν ὡς τὸν Ἰούδαν.
∆ιὰ τοῦτο λέγει·
Κυρώσατε εἰς αὐτὸν ἀγάπην,
ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ.
Τί κάλλιστα εἶπεν;
Οὐκέτι τοῦ Σατανᾶ ἐστιν·
οὐ γὰρ ἐν πορνείᾳ ἐστὶν, ἀλλ' ἐν μετανοίᾳ·
μὴ οὖν τὸ ἐμὸν λάβῃ ἐκεῖνος.
Ὅτε ἦν ἐκείνου, ἔδωκα αὐτῷ, ἵνα ἐμὸν γένηται τὸ ἐκείνου.
Ὢ σοφία Παύλου!
διὰ τοῦ λύκου τὸ πρόβατον ἔσωσε·
διὰ τοῦ πειρατοῦ τὸν ναύτην ναυαγήσαντα ἀνιμήσατο·
διὰ τοῦ πολεμίου τὸν στρατιώτην εἰς τάξιν ἐπανήγαγεν.
Ἀντὶ φαρμάκου πικροῦ κέχρημαι τῇ τοῦ διαβόλου πληγῇ.
Εἰ μόνον παιδεύσει, ἀφίσταμαι αὐτοῦ.
Κολαζέτω ἐκεῖνος, ἵνα αἴσθηται τί εἰργάσατο ὁ πεπορνευκώς.
Ὅταν ἀποσμήξῃ τὸ ἁμάρτημα, ὅταν ἀποσμήξῃ τὴν σηπεδόνα, καὶ ἐκκαθάρῃ τὸ τραῦμα, τότε ἰσχυρὰ δείκνυται ἡ ψυχή.
Οὐκ ἀφίημι τὸ χρυσίον ἐν τῷ πυρί·
ἵνα μὴ φρυγῇ, ἀνιμῶμαι αὐτό.
Τοῦτο γάρ ἐστι τοῦ σοφοῦ, εἰδέναι τὸ μέτρον,
πόσον δοῦναι τῷ πυρὶ, καὶ πόσον λαμβάνειν.
Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ.
Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.
Ὁ τοίνυν τὰ νοήματα αὐτοῦ ἐπιστάμενος, ὁ τοσαύτην ἔχων ἐξουσίαν, ὡς καὶ ὅρους αὐτῷ τιθέναι καὶ χρόνου καὶ μέτρου·
χρόνου μὲν, ἁρπάζων παρ' αὐτοῦ αὐτόν·
μέτρου δὲ, παραδιδοὺς τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός.
Ἐπειδὴ γὰρ ἀκόρεστον τὸ θηρίον, καὶ οὐδέποτε λαμβάνει πλησμονὴν ἀπὸ τῶν ἡμετέρων σαρκῶν, ἵνα μὴ καθάπαξ ἀποκτείνῃ αὐτὸν, διὰ τοῦτο λέγει,
Εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα μὴ τῆς ψυχῆς αὐτοῦ ἅψηται·
ὅπερ ὁ Θεὸς λέγει τῷ Ἰὼβ,
Ἄπελθε, πλῆξον αὐτοῦ τὴν σάρκα, τῆς δὲ ψυχῆς αὐτοῦ μὴ ἅψῃ, καὶ ὅρους τίθησι τῷ διαβόλῳ ὁ Θεός.
Οὕτω καὶ ὁ δοῦλος τοῦ Θεοῦ, τῇ δυνάμει τοῦ Θεοῦ τὸν ∆εσπότην μιμούμενος, ἀπόφασιν αὐτῷ δίδωσιν, ἣν ὑπερβῆναι ὁ διάβολος οὐκ ἐτόλμησεν.
Εἰ γὰρ ὑπερέβη, πρὸς Παῦλον ἴσχυσεν·
ἐπεὶ καὶ τότε, ὅτε ἦν ἐν τῷ δεσμωτηρίῳ,
τοιοῦτόν τι ἐργάσασθαι ἐβουλήθη ὁ διάβολος.
Ἐπειδὴ γὰρ τὸ δεσμωτήριον ἐσαλεύθη, ἐπειδὴ τὰ δεσμὰ ἐλύθη, ἐπειδὴ ὁ δεσμοφύλαξ ἔξυπνος ἐγένετο, ἔλαβε μάχαιραν, ἵνα ἀνέλῃ ἑαυτὸν, τοῦ διαβόλου κατεπείγοντος ἀναιρεθῆναι αὐτόν.
Ἐπειδὴ γὰρ ἔνδον ἦν ὁ ποιμὴν, ἵνα μὴ τὸ πρόβατον σωθῇ, ἦλθεν ὁ λύκος θηριάλωτον ποιῆσαι τὸ πρόβατον.
Ἀλλ' ὁ ποιμὴν, καίτοι δεδεμένος, κατέσχε, λέγων·
Μηδὲν ποιήσῃς σαυτῷ κακόν.
Ὢ φιλανθρωπία ποιμένος!
δέδεται, καὶ τὸν δήσαντα ἐλεεῖ·
ἀφῆκε τὰ ἑαυτοῦ, καὶ τὰ ἐκείνου μεριμνᾷ.
Μηδὲν ποιήσῃς σεαυτῷ κακόν.
Ὁρᾷς τὰς θύρας ἀνεῳγμένας, ἀλλ' ἐγὼ εὐγνώμων οἰκέτης·
ἠνεῳγμέναι αἱ θύραι, ἀλλὰ μένω ἔνδον·
ἕως ἄν σε διασώσω, οὐκ ἐξέρχομαι.
∆ιὰ τοῦτο εἰσῆλθον, ἵνα λύσας σε τῶν σειρῶν,
ἀπαλλάξω σε ἁμαρτημάτων.
Σὺ ἔδησας, ἐγὼ λύω,
Μηδὲν ποιήσῃς σαυτῷ κακόν·
πάντες γάρ ἐσμεν ἐνθάδε.
Τί οὖν;
Ὁ λύκος εἱστήκει βουλόμενος ἀποκτεῖναι,
τὸ ξίφος ὠθῶν κατὰ τοῦ δεσμοφύλακος·
ὁ ποιμὴν ἐβόησεν·
ἤκουσεν ὁ λύκος, ἀφῆκε τὸ πρόβατον.
Ἔλαβεν ὁ ποιμὴν θηριάλωτον μέλλον γενέσθαι.
Καὶ τί ποιήσω, φησὶν, ἵνα σωθῶ;
Βαπτίσθητι εἰς τὸ ὄνομα Χριστοῦ.
Βαβαὶ, πῶς εὔκολος ἡ σωτηρία, ἄφατος ἡ φιλανθρωπία!
Τὸν δεσμοφύλακα ἔσωσεν ὁ δεσμώτης, τὸ δεσμωτήριον ἐκκλησίαν εἰργάσατο.
Πότε, φησὶ, βαπτισθῶ ἵνα σωθῶ;
Ἡ φυλακὴ οὐ κωλύει, ὁ τόπος οὐκ ἐμποδίζει·
χάρις ἐστὶν ἡ οὐ τόπου δεομένη, οὐ καιροῦ χρῄζουσα·
γενέσθω καὶ τὸ δεσμωτήριον ἐκκλησία.
Ἀρκεῖ σοι ἡ χάρις μου·<br />ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.
Ὢ πῶς οὐδὲ οὗτος οὐδαμοῦ τῆς τέχνης τῆς ἑαυτοῦ ἐπελάθετο!
ἀλλὰ πανταχοῦ ἡλίευε, καὶ ἐν δικαστηρίῳ, καὶ ἐν θαλάσσῃ, καὶ ἐν νήσῳ, καὶ ἐν γῇ, καὶ ἐν ἐρήμῳ, καὶ ἐν οἰκουμένῃ.
Ὁ μὲν γὰρ ἁλιεὺς, ἐὰν μὴ ἴδῃ θάλατταν, οὐχ ἁπλοῖ τὰ δίκτυα.
Ἐπειδὴ δὲ οὗτος οὐκ αἰσθητὸς, ἀλλὰ νοερὸς, καὶ ἐν πλοίῳ ἡλίευε, καὶ ἐν ὄρει, καὶ ἐν πηγαῖς, καὶ ἐν ὁδοῖς, καὶ ἐν λειμῶσι, καὶ ἐν ποταμοῖς, καὶ οὐδεὶς τόπος κώλυμα ἐγένετο τῇ τέχνῃ Ἀλλ' ὅπερ ἔλεγον·
κἂν γὰρ πολλὰς ποιήσωμαι τὰς διεξόδους, τοῦ ζητήματος οὐκ ἀποστήσομαι.
Τί οὖν ἐστιν;
Ὁ τοίνυν τοσαύτην ἔχων ἐξουσίαν, ὡς ἐπιτάττειν τῷ διαβόλῳ, καὶ ὅρους αὐτῷ τιθέναι, καὶ μέτρον τοῦ σκάμματος·
οὗτος τῷ διαβόλῳ παραδίδοται;
Οὐκ ἤκουσας τοῦ Χριστοῦ λέγοντος, ὅτι
Πατεῖτε Ἐπάνω ὄφεων, καὶ σκορπίων,
καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ;
τί οὖν ἐστι τὸ εἰρημένον,
Ἐδόθη σκόλοψ τῇ σαρκί μου, ἄγγελος Σατᾶν,
ἵνα με κολαφίζῃ;
Ὅλη ἡ ἄγνοια ὡς ἐπὶ πολὺ ἐντεῦθεν γίνεται τοῖς πολλοῖς,
ἐκ τοῦ μὴ εἰδέναι τὰ ἰδιώματα τῶν λέξεων,
μηδὲ τὰς ἑρμηνείας αὐτῶν.
Τὸ, κολαφίζειν, τινὲς ἐπὶ κεφαλῆς ἔλαβον μόνον·
κολαφισμὸς δὲ λέγεται κάκωσις, ταπείνωσις.
Ἐκολάφισεν αὐτὸν ἐχθρὸς αὐτοῦ, Ἐταπείνωσε·
Τόδε τὸ πρᾶγμα, ἐκολάφισεν, ἀντὶ τοῦ, Ἐταπείνωσεν·
οὐ μόνον γὰρ ἐπὶ κεφαλῆς λέγεται.
Καὶ αὐτὸς κέχρηται τῇ λέξει πάλιν.
Ἐπειδὴ γὰρ ἰδιώτης ἦν, τῇ συνήθει λέξει κέχρηται εἰς παράστασιν τῶν νοημάτων.
Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν,
καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἐπηρεαζόμεθα παρὰ τῶν ἐχθρῶν, ἐπιβουλευόμεθα, κωλυόμεθα, ἐμποδιζόμεθα, ἀδικούμεθα, τουτέστι, Κολαφιζόμεθα, κακουχούμεθα, μαστιγούμεθα, δεινὰ πάσχομεν, ἐν δεσμωτηρίῳ ἐμβαλλόμεθα, ἀπαγόμεθα, ἐξοριζόμεθα, λιμῷ παραδιδόμεθα.
Ὅλην οὖν ταύτην τὴν κάκωσιν κολαφισμὸν ἐκάλεσε καὶ ταπείνωσιν.
Πρόσεχε, καὶ μὴ παραδράμῃς αὐτό·
χρείαν ἔχω τῆς ἑρμηνείας ἐν τῷ καιρῷ.
Τί οὖν; Σαφῶς παρέξωμεν.
Κάτεχε τὴν ἑρμηνείαν ἣν εἶπόν σοι, πρόσεχε τοῖς λεγομένοις.
Ὁ τοίνυν κολαφισμὸς, τουτέστιν, ἡ ταπείνωσις ἡ παρὰ τῶν ἐχθρῶν γινομένη, εἴτε διὰ δεσμωτηρίου, εἴτε δι' ἀπαγωγῆς, εἴτε διὰ δικαστηρίου, εἴτε διὰ λιμοῦ, εἴτε διὰ οἱουδήποτε πράγματος.
Τί οὖν ἐστιν, Ἐν τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη σκόλοψ τῇ σαρκί μου, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ·
ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἶπέ μοι·
Ἀρκεῖ σοι ἡ χάρις μου·
ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται;
Πρόσεχε τίς ἐστιν οὗτος ὁ ἄγγελος τοῦ Σατᾶν.
Οὐ γὰρ εἶπεν, Ἐδόθη μοι Σατανᾶς ἄγγελος, ἀλλ', Ἄγγελος Σατᾶν.
Ἔθος τῇ Γραφῇ, ὃ πολλάκις μὲν εἴρηται,
λεχθήσεται δὲ καὶ νῦν·
Τὰ γὰρ αὐτὰ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές·
διδάσκω γὰρ, οὐκ ἐπίδειξιν παρέχομαι λόγων·
φυτεύω, οὐχ ἁπλῶς παρέρχομαι.
Οὐκ εἰμὶ ὁδοιπόρος, ἀλλὰ σπόρον καταβάλλω.
Ὁ μὲν γὰρ ὁδοιπόρος τρέχει, ἵνα τὴν ὁδὸν ἀνύσῃ·
ὁ δὲ σπόρον καταβάλλων σκάπτει,
εἶτα καταβάλλει τὸν κόκκον,
εἶτα ἐπάγει τὴν γῆν,
καὶ ἐν τῷ βάθει τίθησιν,
ἵνα μὴ γυμνὸν προκείμενον τὸ σπέρμα γένηται πρόβολον τοῖς ἄνωθεν ὀρνέοις.
Ὅπερ οὖν ὁ γεωργὸς ἐπὶ τῶν σπερμάτων,
τοῦτο ἐγὼ ἐπὶ τῶν νοημάτων.
Ὥσπερ γὰρ ἐπὶ τῶν σπερμάτων εἰσὶ κόρακες, οὕτως ἐπὶ τῶν νοημάτων εἰσὶ δαίμονες καὶ διάβολοι, καὶ φροντίδες βιωτικαί.
∆ιὰ τοῦτο αὐτὸ περιστέλλω, ἵνα ἐξελθὼν τῇ φροντίδι τῇ βιωτικῇ μὴ λάβῃ τοῦ διαβόλου.
Ἐὰν μὲν γὰρ ἁπλώσω αὐτὸ, ἁρπάζεται·
ἐὰν δὲ ἐν τῷ βάθει θῶ, διαφυλάττεται.
Οὐ γὰρ χρεία καιροῦ, ἀλλὰ γνώμης·
οὐ χρεία ὑετοῦ, ἀλλὰ προθυμίας.
Μετὰ προθυμίας ἄκουσον, μετὰ σπουδῆς περίστειλον·
καὶ οὐδεὶς αὐτὸ ἁρπάσαι δύναται.
Τί οὖν ἔλεγον ἔθος τῇ Γραφῇ;
Τὰ ὀνόματα πολλαχοῦ ἀπὸ τῶν τρόπων τιθέναι,
καὶ μὴ ἀπὸ τῆς προσηγορίας ἐκείνης καλεῖν τὸν ἄνθρωπον,
ἀφ' ἧς ἔθηκαν οἱ γονεῖς ἀπ' ἀρχῆς·
ἀλλὰ ἀπὸ τῆς προσηγορίας ἐκείνης,
ἀφ' ἧς ἡ κακία ἢ ἡ ἀρετὴ δίδωσιν.
Οἷόν τι λέγω·
Ἐὰν ἴδῃ τινὰ ἀναίσχυντον, κύνα αὐτὸν καλεῖ,
οὐ τῷ ἰδίῳ ὀνόματι, ἀλλὰ τῷ ὀνόματι τῆς κακίας·
ἐὰν ἴδῃ τινὰ ἅρπαγα, λύκον αὐτὸν καλεῖ,
οὐ τῷ ὀνόματι τῶν γονέων,
ἀλλὰ τῇ πονηρίᾳ τῆς προσηγορίας·
ἐὰν ἴδῃ ἕτερον πονηροῦ ἀνθρώπου ἔργα πράττοντα,
ἀπ' ἐκείνου τοῦ ὀνόματος αὐτὸν καλεῖ.
Ἀλλ' ἵνα μὴ ἁπλῶς αὐτὸ ἀποφαίνωμαι, καὶ ἀπόδειξιν παρέχω τῶν λεγομένων, μάρτυρας ὑμῖν εἰσαγαγεῖν βούλομαι.
Ὅρασις ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς,
κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ τῆς Ἱερουσαλήμ.
Ἐνταῦθα προσέχετε, Κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ τῆς Ἱερουσαλήμ.
Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν·
Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.
Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ·
Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν.
Οὐαὶ ἔθνος ἁμαρτωλόν!
Τίσι ταῦτα;
Τοῖς Ἰουδαίοις.
Λαὸς πλήρης ἁμαρτιῶν.
Λέγει αὐτῶν τὰς παρανομίας, τὰς ἁμαρτίας, τὸ ἀδιόρθωτον, τὴν τυραννίδα, τὴν τιμωρίαν.
Ἀρχόμενος εἶπε,
Κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἱερουσαλήμ·
καὶ πάλιν λέγει,
Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων·
προσέχετε νόμον Θεοῦ, ὁ λαὸς Γομόῤῥας.
Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν;
λέγει Κύριος.
Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι.
Ἐὰν προσφέρητέ μοι σεμίδαλιν, μάταιον θυμίαμα, βδέλυγμά μοι ἐστί.
Τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα μισεῖ ἡ ψυχή μου.
Ποῖα σάββατα μεμίσηκε; ποίας νουμηνίας;
ποῖα θυμιάματα; ποίους ταύρους; ποῖα πρόβατα;
Σοδομηνοὶ οὐδὲν τούτων ᾔδεισαν·
οἱ ἐν Σοδόμοις πρὸ Μωϋσέως ἐγένοντο.
Σοδομηνοὶ πρὸ τοῦ Ἀβραὰμ ἦσαν, Σοδομηνοὶ ἀπὸ Λὼτ ἦσαν, Σοδομηνοὶ ἀπώλοντο.
Σοδομηνοῖς διαλέγεται τοῖς καυθεῖσι, τοῖς ἀπολωλόσιν;
Ἐνταῦθα εἶπε, Κατὰ Ἰουδαίας, καὶ κατὰ Ἱερουσαλήμ·
ἦλθεν ἐπὶ Σόδομα· ἔδωκε δίκην.
Τίνι διαλέγεται;
Ἀνακόλουθα τὰ εἰρημένα,
ἐὰν μὴ ἴδῃς τὴν ἑρμηνείαν τῶν λέξεων·
ἐὰν δὲ μάθῃς, εὑρίσκεις τὴν ἀκολουθίαν.
Οὐ γὰρ Σοδομηνοῖς διαλέγεται, ἀλλὰ Ἰουδαίοις, Σοδομηνοὺς αὐτοὺς καλῶν.
Ἐπειδὴ τὸν τρόπον αὐτῶν ἐκληρονόμησαν, καὶ τὸ ὄνομα αὐτοῖς ἐπιτίθησι.
Σοδομηνοὶ, οἱ τὰ ἐκείνων ἀκούοντες.
Πάλιν ἀλλαχοῦ·
Κύνες ἐνεοὶ οἱ Ἰουδαῖοι, οὐ δυνάμενοι ὑλακτεῖν·
οὐκ ἐπειδὴ εἰς κύνα μετέπεσαν τὴν φύσιν,
ἀλλ' ἐπειδὴ εἰς κύνας τὴν προαίρεσιν.
Ἰωάννης ὁ τῆς ἐρήμου πολίτης, τὸ φρόνημα τὸ ὑψηλὸν, ἡ γνώμη ἡ ἀχείρωτος, ὁ κάτω βαδίζων, καὶ τῆς οὐρανίας ἁψῖδος ἁπτόμενος, ὁ τῆς στείρας καρπὸς, ἡ τῆς ἀφωνίας τοῦ πατρὸς λύσις, ἡ φωνὴ τοῦ ἀφώνου, ὁ ἐν τῇ ἐρήμῳ βοῶν,
ἐν τῇ μήτρᾳ (ἡ γὰρ μήτρα ἔρημος, στεῖρα γὰρ ἦν), ὁ διπλοῦς κήρυξ, καταφρονῶν παίδων, κατεξανιστάμενος τῶν ὁρωμένων, ἦλθε πρὸς Ἰουδαίους, καὶ λέγει αὐτοῖς·
Ὄφεις, γεννήματα ἐχιδνῶν·
οὐκ ἐπειδὴ ὄφεις ἦσαν τὴν φύσιν,
ἀλλ' ἐπειδὴ δολεροὶ τὴν προαίρεσιν.
Ἄλλος πάλιν προφήτης·
Ἵπποι θηλυμανεῖς ἐγένοντο·
ἕκαστος πρὸς τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν.
Ἵπποις οὖν διαλέγεται;
Οὐχὶ, ἀλλὰ τοῖς ἀσελγέσι, τοῖς ἀκολάστοις ἀνθρώποις.
Αὐτὸς ὁ Χριστὸς τοῖς Ἰουδαίοις·
Ὑμεῖς υἱοὶ τοῦ διαβόλου ἐστέ.
Τέκνα οὖν τοῦ διαβόλου, καὶ τὴν φύσιν εἶχον τοῦ διαβόλου;
Οὐχὶ, ἀλλὰ τὴν προαίρεσιν ἐμιμήσαντο, καὶ τὸ ὄνομα αὐτοῦ ἔλαβον.
Καὶ λέγει ἑρμηνεύων αὐτό·
Ὑμεῖς υἱοὶ τοῦ διαβόλου ἐστὲ,
καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν·
ἐκεῖνος ἀνθρωποκτόνος ἐστὶν ἀπ' ἀρχῆς
Κατέχετε τὸν κανόνα, ὅτι κύνες οἱ ἀναίσχυντοι,
ὅτι λύκοι οἱ ἅρπαγες, ὅτι ὄφεις οἱ δολεροὶ,
ὅτι ἀσπίδες οἱ ὕπουλοι, ὄνοι οἱ ἀνόητοι,
ἵπποι θηλυμανεῖς οἱ ἀσελγεῖς καὶ ἀκόλαστοι,
κορῶναι οἱ ἀκάθαρτοι,
Σοδομηνοὶ οἱ τὰ ἐκείνων ζηλοῦντες, οἱ τὰς πράξεις ἐκείνων μιμούμενοι.
Ἡ τοίνυν φύσις οὐκ ἔστι πονηρὰ,
ἀλλ' ἡ γνώμη ἐστὶν ἡ διεφθαρμένη.
Κατέχετε μετὰ ἀκριβείας·
προσέχετε, ὅτι τὰ ὀνόματα ἀπὸ τῶν τρόπων τίθενται,
καὶ αἱ προσηγορίαι ἀπὸ τῆς γνώμης.
Καὶ τοῦτο οὐκ ἐν τῇ Γραφῇ, ἀλλὰ καὶ ἐν τῇ συνηθείᾳ τῇ κοινῇ.
Ἐὰν ἴδωμεν σήμερον ἄνθρωπον ἥμερον, λέγομεν·
Πρόβατον ὁ ἄνθρωπος·
ἐὰν ἴδωμέν τινα ἀναισχυντοῦντα, λέγομεν,
Μὴ γὰρ ἄνθρωπος; κύων ἐστίν·
ἐὰν ἴδωμεν δολερὸν, Ὄφις ὁ ἄνθρωπος.
Ὁρᾷς ὅτι καὶ ἡ κοινὴ συνήθεια τοῦτον οἶδε τὸν νόμον;
Ἐὰν ἴδωμεν πολλαῖς πονηρίαις γέμοντα ἄνθρωπον, λέγομεν·
Σατανᾶς·
οὐκ ἐπειδὴ Σατανᾶς, οὐδὲ κατὰ τὴν φύσιν κοινωνὸς αὐτοῦ ἐστιν, ἀλλὰ τῇ γνώμῃ, ἐπειδὴ ζηλοῖ κατὰ ἀνθρωπίνην δύναμιν τὰ ἐκείνου.
Οὐκοῦν τὰ ὀνόματα ἀπὸ τῶν τρόπων.
Ὅταν οὖν ἀκούσῃς καὶ Παύλου λέγοντος,
Ἐδόθη σκόλοψ τῇ σαρκί μου, ἄγγελος Σατᾶν, μὴ τὸν διάβολον νόμιζε, ἀλλὰ τοὺς τὰ διαβόλου ἐργαζομένους, τοὺς Ἕλληνας, τοὺς Ἰουδαίους, τοὺς δαίμονας·
οἷος τότε δαίμων ἄγγελος Σατᾶν,
Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο.
Ἄγγελος Σατᾶν·
τὰ γὰρ τοῦ Σατανᾶ ἔπραττεν.
Οἷοι ἦσαν οἱ ἐμβαλόντες αὐτὸν εἰς τὸ δεσμωτήριον, οἷοι ἦσαν οἱ μαστίζοντες αὐτόν.
Ἀνθρώπους οὖν ἀγγέλους τοῦ Σατανᾶ, τοὺς τὰ τοῦ Σατανᾶ ἐργαζομένους, τοὺς ἐκκόπτοντας τὸ Εὐαγγέλιον, τοὺς ἐμποδίζοντας τὸ κήρυγμα, τοὺς μαστίζοντας αὐτὸν, τοὺς ἐλαύνοντας.
Πρόσεχε·
ὅλον ἐλύθη τὸ νόημα.
Ἀρκεῖ σοι ἡ χάρις μου·<br />ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.
Προσέχετε μετὰ ἀκριβείας, ἵνα εἰδῆτε καὶ τὸν λέγοντα κάμνοντα, καὶ Παῦλον ἀνθρώπινα πάσχοντα.
Ἐπειδὴ γὰρ ὁ Χριστὸς ἀνέβη, καὶ τὸ κήρυγμα αὐτοῖς ἐνεχείρισε καὶ τὴν πρεσβείαν τὴν καλήν.
Ὁ γὰρ Χριστὸς πρεσβευτὴς ἦλθε πρὸς ἡμᾶς παρὰ τοῦ Πατρὸς ἀποσταλεὶς πρεσβεῦσαι εἰρήνην.
Πόλεμος γὰρ ἦν ἀνθρώποις πρὸς τὸν Θεόν·
καὶ ἔπεμψε πρεσβευτὴν, οὐ δοῦλον, ἀλλὰ Υἱόν.
Ὢ κηδεμονία τοῦ ἀποσταλέντος!
ὢ φιλανθρωπία τοῦ ἀποστείλαντος!
Ἀποστείλαντος καὶ ἀποσταλέντος ὅταν ἀκούσῃς,
μὴ τόπου νόμιζε μετάβασιν, ἀλλ' οἰκονομίας συγκατάβασιν.
Εἰ γὰρ καὶ μεθ' ἡμῶν ἦν, ἀλλὰ καὶ παρὰ τῷ Πατρὶ ἦν.
Καὶ Παῦλος λέγει·
Ὑπὲρ Χριστοῦ πρεσβεύομεν,
ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν·
καταλλάγητε τῷ Θεῷ.
Ὑπὲρ Χριστοῦ πρεσβεύεις; Πάνυ.
Καὶ ποῦ ὁ πρεσβευτής; Ἀπῆλθε.
Ποῦ ἀπῆλθε; Πρὸς τὸν Πατέρα.
∆ιὰ τί; Βλέπε πράγματα καινότερα.
Ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων ὅταν ἔθνος πρὸς ἔθνος πρεσβεύῃ, ὁ πρεσβευτὴς ἀδείας ἀπολαύει τῷ νόμῳ τῆς πρεσβείας·
ἐὰν δὲ πάθοι τι ὁ πρεσβευτὴς,
πόλεμος κινεῖται μέγας μεταξὺ τῶν ἐθνῶν.
Ἐπὶ τοῦ Θεοῦ τὸ ἐναντίον ἐγένετο.
Ἦλθε παρὰ τοῦ Πατρὸς πρὸς ἀνθρώπους,
ἐσφάγη ὁ πρεσβευτὴς, καὶ τότε γέγονεν εἰρήνη.
Ἀλλ' οἱ πρέσβεις ἐρχόμενοι δῶρα φέρουσι,
καὶ δῶρα λαμβάνουσι.
Τί οὖν;
ποῖον ἦλθε φέρων δῶρον ἐμοὶ, καὶ τὸ δῶρον παράδοξον;
Ὡς καὶ ὁ πρεσβευτὴς παράδοξος, καὶ τὸ δῶρον παράδοξον.
Τὸ αἷμα αὐτοῦ ἦλθε φέρων δῶρον, τὸ σῶμα αὐτοῦ ἦλθε φέρων δῶρον.
Καὶ τί παρ' ἐμοῦ ἔλαβε δῶρον; Πίστιν.
Καὶ τίς ταύτης μοι ἔδωκε χάριν;
Ἐπίστευσα ἐγὼ, ἐχαρίσατο ἐκεῖνος, ἐλύθη ἡ ἔχθρα.
Εἶδες πραγμάτων εὐκολίαν;
εἶδες καταλλαγῆς τάχος;
Ὁ πρεσβευτὴς ἐπειδὰν ἔλθῃ πρὸς ἔθνος,
οὐ καταξιοῖ ἀγοραίῳ ἤ τινι τῶν πενήτων διαλεχθῆναι,
ἀλλ' εὐθὺς ὄρθριος πρὸς βασιλέα εἰσέρχεται.
Οὗτος ὁ πρεσβευτὴς ἦλθε, καὶ εὐθέως πόρνῃ διελέχθη, λῃστῇ, καὶ μάγῳ, καὶ τελώνῃ.
Εἶδες πρεσβευτοῦ φιλανθρωπίαν;
Οὐ γὰρ πρὸς ἕνα καὶ δεύτερον ἦλθεν,
ἀλλὰ πρὸς τὴν κοινὴν φύσιν·
καὶ ἦλθε τὸ ἱμάτιον τὸ ἐμὸν περιβεβλημένος,
ἵνα μὴ γυμνῇ τῇ θεότητι παραγενόμενος σοβήσῃ τὴν θήραν·
ἀλλ' ἦλθε πρὸς ἄνθρωπον ὡς ἄνθρωπος.
Ἐπειδὴ τοίνυν ἦλθεν, ἀνήγαγεν ἡμῶν τὴν ἀπαρχὴν,
καὶ καλέσας τοὺς ἀποστόλους, τὴν πρεσβείαν αὐτοῖς ἐνεχείρισε·
Λάβετε τὴν πρεσβείαν.
Ἡμεῖς πῶς δυνάμεθα, δέομαί σου;
Λάβετε Πνεῦμα ἅγιον.
Σὺ ἐσφάγης, καὶ ἡμεῖς τί ἔχομεν παθεῖν;
Λάβετε Πνεῦμα ἅγιον, καὶ, Ἐγὼ μεθ' ὑμῶν εἰμι, Μεθ' ὑμῶν, ὅτι πρεσβεύω· οὐ γὰρ ἐγκατέλιπον ὑμᾶς.
Ἐπειδὴ τοίνυν ἀνέβη, καὶ τὴν πρεσβείαν αὐτοῖς ἐνεχείρισε.
Καὶ τί θαυμάζεις, εἰ καὶ αὐτὸς ὁ βασιλεὺς ὁ Πατὴρ πρεσβεύει;
Ὑπὲρ Χριστοῦ πρεσβεύομεν,
ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν.
Ὁ ὑβρισθεὶς παρακαλεῖ.
Ἵνα τί;
Καταλλάγητε τῷ Θεῷ.
Ὢ φιλανθρωπία! ὢ ἀγαθότης ἄφατος!
Ἐπειδὴ τοίνυν ἀνέβη, καὶ τὴν πρεσβείαν τοῖς ἀποστόλοις ἐνεχείρισε·
τὰ δὲ πράγματα ἦν ἀδιόρθωτα, καὶ ἡ οἰκουμένη ἀκανθῶν ἔγεμε, καὶ ἀσέβεια ἐτυράννει, καὶ ἡ κακία ἐκράτει, καὶ βωμοὶ ἀνήπτοντο, καὶ κνίσσα ἐμόλυνε, καὶ αἵματα ἐξεχεῖτο, καὶ φύσις ἐπατεῖτο, καὶ ὠδῖνες κατεφρονοῦντο, καὶ νόμοι καὶ θεσμοὶ καινοὶ παρελύοντο, καὶ θυγατέρας αὐτῶν καὶ υἱοὺς αὐτῶν τοῖς δαιμονίοις ἔθυον·
καὶ τὰ ἄλλα πάντα ἦσαν πανηγύρεις, καὶ ῥητόρων χοροὶ, καὶ φιλοσόφων σύλλογοι, καὶ δαιμόνων βακχεῖαι, καὶ διαβόλου δύναμις, καὶ ξίφη ἠκονημένα, καὶ πανταχοῦ κρημνοὶ, καὶ πανταχοῦ σκόπελοι, καὶ συνήθεια ἡ κρατοῦσα, καὶ ὠδῖνες πατέρων, καὶ ἡ προγόνων ἀσέβεια, ὁδὸν ἡδονῆς ἔχουσα, καὶ νόμοι βασιλέων διεφθαρμένοι, καὶ δοῦλοι καὶ δεσπόται, καὶ ἄρχοντες καὶ ἰδιῶται, καὶ πλούσιοι καὶ πένητες, πάντες ἀσεβείᾳ συμπεπλεγμένοι, καὶ πολλὰ ἔχοντες τὰ μηχανήματα·
οἱ δὲ ἀπόστολοι πάντες ἦσαν δώδεκα, μᾶλλον δὲ ἕνδεκα·
ὁ γὰρ εἷς θηριάλωτος γέγονεν· ἦσαν οὖν ἕνδεκα.
Ὁ τοίνυν Παῦλος οὐ λόγων δύναμιν κεκτημένος, οὐ χρημάτων περιουσίαν ἔχων, οὐ γλῶτταν ἠκονημένην, οὐ πατρίδος μέγεθος, οὐ γένους περιφάνειαν, οὐ σώματος ἰσχὺν, γυμνὸς, μεμονωμένος, ἰχθύων ἀφωνότερος, ἄσημος ἐξ ἀσήμων, ἰδιώτης, ἀμαθὴς, καὶ περιήρχετο σπείρων κατὰ τὴν οἰκουμένην τὰ σπέρματα τῆς εὐσεβείας, καὶ πάντες ἀντέπιπτον·
καὶ ὁ μὲν ἐνέβαλλε, καὶ ἐμαστίγου·
ὁ δὲ ἐλάμβανε, καὶ εἰς δεσμωτήριον εἷλκεν·
ὁ δὲ ἐλάμβανε, καὶ εἰς τήγανα ἐνέβαλλεν,
ὁ δὲ ἐσκανδάλιζε·
καὶ μυρίοι πόλεμοι.
Ἔξωθεν μάχαι, ἔσωθεν φόβοι.
∆ιάκονοι Χριστοῦ εἰσι;
Παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ·
ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως,
ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις·
τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις, ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτὸς, ἐπισύστασίς μου ἡ καθ' ἡμέραν, ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν.
Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ;
τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;
Ὁ ἀδελφὸς ἔπιπτεν, οὗτος ἤλγει·
ἐχθρὸς ἐπεβούλευσεν, οὗτος ἔπασχεν.
Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ.
Πάλιν· Τεκνία μου, οὓς πάλιν ὠδίνω,
ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.
Ποῦ ἤμελλεν ἀρκεῖν τοῖς ἔξω, τοῖς ἔσω, ταῖς μάστιξι, ταῖς λύπαις, τῇ θαλάσσῃ, τοῖς κινδύνοις, τοῖς δεσμωτηρίοις, ταῖς ἀπαγωγαῖς, τηγάνοις, ἐπιβουλαῖς, δήμοις, βασιλεῦσιν, οἰκείοις, ἀλλοτρίοις, ψευδαδέλφοις ἐπιβουλεύουσιν, ἀδελφοῖς ἀσθενοῦσιν, ἀλλοτρίοις ἀπερχομένοις, τοῖς οἰκείοις, τοῖς σκελιζομένοις;
ποῦ ἤρκει τὸ σῶμα;
ποῦ ἤρκει ἡ ψυχή;
Ἅλυσιν περιέκειτο, δεσμωτήριον ᾤκει, ἐπιστολὰς ἔγραφεν·
ἔνθεν ἐξεβάλλετο, ἐκεῖθεν ἐπεβουλεύετο·
ἔνθεν ἄγγελοι Σατᾶν, ἐκεῖθεν ἄγγελος Σατᾶν, πολλοὶ ἄγγελοι τοῦ Σατᾶν, οἱ μὲν εἰς δεσμωτήριον, οἱ δὲ εἰς δικαστήρια.
Οὐκ ἤρκει, ἀπώλλυτο, ἡ ψυχὴ διεκόπτετο.
Τοὺς κύνας οὐχ ἑώρα, καὶ ἐδάκνετο, ἐπεβουλεύετο πανταχόθεν.
Προσέρχεται τῷ Θεῷ, καὶ λέγει αὐτῷ·
∆έομαί σου, ἀναπνεύσω μικρόν.
Ποῦ ἀρκέσω;
Ὁ ἄγγελος τοῦ Σατᾶν βάλλει με, οἱ ἐχθροὶ, οἱ ἐπίβουλοι, οἱ Ἕλληνες, οἱ Ἰουδαῖοι, ψευδάδελφοι, ἀσθενεῖς ἀδελφοί·
ὠδίνω, καὶ γίνεται ἔκτρωμα·
οὐ γεννῶ;
καὶ ἄλλοι ἐπιβουλεύουσι·
σήμερον εἰς δεσμωτήριον, εἰς θάλασσαν αὔριον, μετ' αὐτὰ εἰς πέλαγος, εἶτα εἰς λιμὸν, εἰς δῖψαν, εἰς γυμνότητα, εἰς τήγανα, εἰς καμίνους, εἰς ὁδούς.
Ποῦ ἀρκέσω;
Μία ψυχὴ, ἓν σῶμα.
∆έομαί σου, ἄνες μοι, ἵνα μὴ κολαφίζωμαι.
Οὐδὲν αὐτῷ ὁ Θεὸς ἀπεκρίνατο.
Προσῆλθεν αὐτῷ δεύτερον·
Ἄνες μοι, δέομαί σου, ἀναπνεύσω μικρόν·
ἄνθρωπός εἰμι εἷς, καὶ τὴν οἰκουμένην μοι ἐνεχείρισας·
ἄνθρωπός εἰμι εἷς, καὶ πάντες πανταχόθεν βάλλουσι βέλη.
Προσῆλθεν αὐτῷ ἅπαξ, καὶ λέγει αὐτῷ·
∆έομαί σου, ἄνες μοι, ἵνα μὴ κολαφίζωμαι.
Οὐδὲν αὐτῷ ἀπεκρίνατο ὁ Θεός.
Προσῆλθεν αὐτῷ δεύτερον ναυτιῶν·
καθάπερ γὰρ παγκρατιαστὴς μυρίους ἔχων δάκνοντας καὶ βάλλοντας τὴν κεφαλήν.
Οὐκ ἀπεκρίνατο αὐτῷ τὸ δεύτερον.
Προσῆλθεν αὐτῷ τὸ τρίτον·
τότε αὐτῷ ἀπεκρίνατο.
∆ιὰ τί ἡ ἀναβολή;
Ἵνα σὺ παιδευθῇς ἐκ πρώτης μὴ ἀναχωρεῖν·
ἵνα σὺ παιδευθῇς, κἂν αἰτήσῃς τι τῶν ἀσυμφόρων, καὶ τὸ ἐναντίον λάβῃς, μὴ λυπηθῆναι.
Αἰτεῖς πολλάκις, ὃ νομίζεις συμφέρειν, οὐ συμφέρει δέ.
Ὁ Θεὸς οὐ τοῖς δάκρυσί σου προσέχει, ἀλλὰ τῇ δυστυχίᾳ.
Ἐπεὶ καὶ παιδίον πολλάκις αἰτεῖ παρὰ τῆς μητρὸς ἄρτον·
ἀλλ' εἴ τι βλαβερὸν, ὃ οὐ δεῖ αἰτῆσαι, οὐ δίδωσιν ἡ μήτηρ, οὔτε τῇ ὀδύνῃ προσέχει, ἀλλὰ τῇ ὠφελείᾳ.
Καὶ ἰατρῷ παρενοχλεῖ συνεχῶς ὁ πυρέττων προσδοθῆναι αὐτῷ ψυχρὸν, καὶ οὐ δίδωσιν ὁ ἰατρός·
οὐ γὰρ τῇ πρὸς τὸ παρὸν βλαπτούσῃ ἐπιθυμίᾳ προσέχει, ἀλλὰ τῇ πρὸς τὸ μέλλον λυσιτελούσῃ ὑγείᾳ.
Οὕτω καὶ ὁ Παῦλος συμφέρον οὐκ ᾔδει αἰτῆσαι.
Ποίαν ἡμεῖς συγγνώμην ἔχομεν·
εἰ μὲν ἀπονοηθεὶς προσῆλθεν αὐτῷ, λέγει αὐτῷ·
Ἀναπνεύσω μικρὸν, ἀνεθῶ τῶν κινδύνων, δός μοι ἄδειαν μικράν·
μόνος εἰμὶ, καὶ τὴν οἰκουμένην μοι ἐνεχείρισας.
Ἅπαξ προσῆλθεν αὐτῷ, καὶ οὐδὲν εἶπε·
δεύτερον προσῆλθε, τρίτον προσῆλθεν·
Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα.
Ἵνα τί;
Ἵνα ἀποστῇ ἀπ' ἐμοῦ ὁ ἄγγελος τοῦ Σατᾶν, οἱ ἀντικείμενοι.
Τί ἐστιν;
Ἵνα ἀπραγμόνως τὸ κήρυγμα κηρύξω, ἵνα μὴ ἔχω ἐπίβουλον, ἵνα μὴ ἔχω ἐχθρὸν, ἵνα μὴ μάστιγες, ἵνα μὴ κίνδυνοι, ἵνα μὴ δεσμωτήρια, ἵνα μὴ ἀπαγωγαὶ, ἵνα μὴ γυμνότης.
Τούτῳ προσέρχομαι, τοῦτο παρακαλῶ.
Ἔκαμνον, ἐπόνησα, ἐταλαιπωρήθην, πανταχόθεν ἐβλήθην.
Τί οὖν αὐτῷ λέγει ὁ Θεὸς, εἰπέ μοι;
Ὁ Θεὸς οὐκ ἐπένευσε τῇ αἰτήσει αὐτοῦ, οὐκ ἔδωκεν ὅπερ ᾔτει·
ἀλλ' εἶπεν·
Ἀρκεῖ σοι ἡ χάρις μου·
ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.
Ἀρκεῖ σοι ἡ χάρις μου.
Ταῦτα βλέπεις, ἃ πάσχεις·
ἃ ποιεῖς, οὐ βλέπεις·
ἃ ποιοῦσιν εἰς σὲ οἱ ἐχθροὶ, βλέπεις·
ἃ ποιῶ ἐγὼ εἰς σὲ, οὐ βλέπεις.
Μαστίζουσί σε ἐκεῖνοι, ἐγὼ χάριν δίδωμι.
Εἰσῆλθες εἰς τὸ δεσμωτήριον, ἢ οὐκ εἰσῆλθες;
Εἰσῆλθον· δέομαί σου.
Εἶδες ἐκεῖ ἄγγελον Σατᾶν, ἢ οὐκ εἶδες;
Εἶδον τὸν ἐμβάλλοντά με.
Ἔδησέ σε, ἢ οὐκ ἔδησε;
τί ἐποίησα ἐγώ;
οὐκ ἔσεισα τοὺς τοίχους;
οὐκ ἤνοιξα τὰς θύρας;
οὐκ ἔλυσα τὰ δεσμά;
οὐκ ἤγαγόν σοι αἰχμάλωτον τὸν δεσμοφύλακα;
μή τί σε ἔβλαψεν ἄγγελος τοῦ Σατᾶν;
οὐκ ὠφέλησέ σε ἡ παρ' ἐμοῦ χάρις;
οὐ λαμπρότερον τὸ σημεῖον ἐποίησεν;
Ἀρκεῖ σοι ἡ χάρις μου.
Καὶ ταῦτα καὶ ἐκεῖνα ζητεῖς;
Οὐ θέλεις μάστιγας·
πῶς ζητεῖς σημεῖα;
οὐ θέλεις κινδύνους·
πῶς ζητεῖς θαύματα;
Ὅτε μαστίζῃ, βλέπεις·
ὅτε νεκρὸν ἐγείρεις, οὐ βλέπεις;
ὅτε ἐῤῥάγη σου τὰ ἱμάτια, εἶδες·
ὅτε τὰ ῥήματά σου νοσήματα δραπετεῦσαι ἐποίησεν,
οὐκ εἶδες;
ὅτε ἦλθες εἰς τὸ δικαστήριον δεδεμένος, εἶδες·
ὅτε εἶπέ σοι ὁ Φῆστος,
Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι, οὐκ εἶδες;
Ἀρκεῖ σοι ἡ χάρις μου.
Μέγα ὅπλον ἔλαβες, Πνεύματος δύναμιν νικῶσαν τὰς ἐπιβουλὰς, λαμπρότερόν σε ἐργαζομένην.
Τί θέλεις; μηδὲν πάσχειν;
Καὶ πῶς ἐδείκνυτό μου ἡ δύναμις;
Ἐδείκνυτο μὲν, οὐχ οὕτω δὲ ὡς νῦν.
Πῶς;
Ἐπειδὴ γὰρ ὁ Παῦλος καὶ διὰ τοῦτο ἤλγει·
Οὐαί μοι!
βασιλείας κήρυξ εἰμὶ, τοῦ Χριστοῦ μαθητής εἰμι,
ἀθάνατα ἐπαγγέλλομαι πράγματα·
καὶ μαστίζομαι, ὑβρίζομαι, ἄγομαι·
μὴ ἀθύμει διὰ τοῦτο·
ταῦτά σε λαμπρότερον ποιεῖ·
εἰ μὴ ἔπασχες ταῦτα, οὐκ ἦς οὕτω περιφανής.
Εἰσῆλθες, εἰς τὴν φυλακήν.
Εἰ μὴ ἐδέθης, ἀλλ' εἰσῆλθες ἁπλῶς, κατεῖχέ σε καὶ ἐξήγαγε·
νῦν δὲ ἦς δεδεμένος, καὶ ἔλυσέ σε δεθέντα.
Οἱ πόδες ἐν τῷ ξύλῳ, καὶ ἡ χάρις τοὺς τοίχους ἐσάλευσε.
Ταῦτα λέγω, ἵνα μηδεὶς μηδὲ ταῖς περὶ ἡμᾶς ἐπιβουλαῖς ξενίζηται.
Ταῦτα λέγομεν, οὐ Παύλῳ ἑαυτοὺς παρισοῦντες (οὐχ οὕτω μαινόμεθα), ἀλλ' ἵνα δείξωμεν, ὅτι καὶ εἰς ταπεινοὺς ὁ Θεὸς τὸ αὐτὸ ἐμβάλλει.
Ἀρκεῖ σοι ἡ χάρις μου.
Οὐκ ἐξεβλήθημεν.
Ποῦ ἡ χάρις;
Πλείων ὁ ἔπαινος γέγονεν, οὐ μύριοι ἐχθροὶ ἐπεβούλευσαν.
Ποῦ ἡ χάρις;
Πλείονες ἐρασταὶ κατέστησαν, οὐχ ὑμῶν με ἐζήτουν χωρῆσαι.
Ποῦ ἡ χάρις;
Καὶ Ἰουδαίους μοι προσέθηκαν.
Ἀρκεῖ σοι ἡ χάρις μου·
ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.
Μηδέποτε ξενίζου θλίψιν·
συγκεκλήρωται τῷ Εὐαγγελίῳ θλίψις.
Ἀρκεῖ σοι ἡ χάρις μου·
ἡ γὰρ δύναμις μου ἐν ἀσθενείᾳ τελειοῦται.
Πῶς μαστίζῃ, καὶ ἀπαλλάττεις τοὺς μαστίζοντας;
ἐπιβουλεύῃ, καὶ περιγίνῃ τῶν ἐπιβουλευόντων;
Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.
Ὃ οὖν ὁ Παῦλος ἤκουσε, τοῦτο θέλεις;
τοῦτο ἀρκεῖ σοι;
Ἵνα μαστίζωμαι, ἀτιμάζωμαι, ὑβρίζωμαι, τοῦτο θέλω.
∆ιὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν διωγμῷ.
Ὢ εὐγνωμοσύνη οἰκέτου!
Προσῆλθεν αὐτῷ ἀξιῶν ἀπαλλαγῆναι τῶν θλίψεων·
ἐπειδὴ δὲ ἤκουσεν, ὅτι ὁ ∆εσπότης αὐτοῦ οὐ θέλει μόνον, ἀλλὰ καὶ βούλεται τὸ ἐναντίον, Τοῦτό σοι δοκεῖ, ἵνα θλίβωμαι, καὶ ἐγὼ τοῦτο βούλομαι, καὶ ὑπὲρ τούτου χάριν ἔχω.
Οὐκ εἶπε, Θέλω, μόνον, ἀλλ',
Ἀρέσκομαι, βούλομαι, ἐπιθυμῶ μαστίζεσθαι, ἐλαύνεσθαι, στενοχωρεῖσθαι.
∆ιὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν διωγμοῖς,
ἐν ἀνάγκαις, ἐν στενοχωρίαις.
∆ιὰ τί·
Ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ,
ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου