βʹ. Πιστεύοντες εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον καὶ ζωοποιὸν Τριάδα, ὁμολογοῦμεν τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Θεοῦ Λόγου, καὶ τὰς ἁγίας οἰκουμενικὰς συνόδους· ὡσαύτως καὶ τὰς τιμίας εἰκόνας ἀσπαζόμεθα ἐπίσης τῷ τύπῳ τοῦ ζωοποιοῦ σταυροῦ, καὶ τῶν θεολέκτων Εὐαγγελίων. Οἱ μὴ οὕτω φρονοῦντες, ἀνάθεμα ἔστωσαν· οἱ μὴ οὕτω πιστεύοντες, πόῤῥω τῆς Ἐκκλησίας διωχθήτωσαν. Αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐφώτισε. Τοὺς οὖν τολμῶντας ἑτέρως φρονεῖν, ἢ ἀνατρέπειν τι τῶν ἐκκλησιαστικῶν θεσμῶν ἢ παραδόσεων, τούτους ἀναθεματίζομεν καὶ ἀποβαλλόμεθα. Οὐδὲν γὰρ ἐν τῇ καθολικῇ Ἐκκλησίᾳ σκολιὸν, ἢ στραγγαλιῶδες. «Πάντα γὰρ εὐθεῖα τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Ὅλη γὰρ καλὴ, ὡς εἴρηται, καὶ μῶμος οὐκ ἔστιν ἐν αὐτῇ.»
γʹ. Καὶ πρῶτος μὲν ὁ τὴν κρηπῖδα τῆς Χριστιανικωτάτης βασιλείας ταξάμενος, ὁ ἐν βασιλεῦσι τοῦ Χριστοῦ ἀπόστολος Κωνσταντῖνος ὁ μέγας καὶ δίκαιος, καὶ τὰ μυρία ἀξιέπαινα κατορθώματα τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ βραβεύσας, τόν τε λαβυρίνθιον ἐκεῖνον καὶ δυσδιεξόδευτον τῆς θεομαχίας Ἀρειανικὸν πύργον εἰς γῆν καταῤῥάξας, ὡς στύλον πυρσοφανῆ τὴν γνῶσιν τῆς ὑπερουσίου καὶ ζωαρχικῆς ὁμοουσίου Τριάδος τοῖς πέρασιν ἐξέλαμψε. Πρώτιστον, καὶ ἐξαίρετον καλλιέρημα τῆς εἰς Χριστὸν τὸν ἀληθινὸν ἡμῶν Θεὸν εὐσεβείας, γνώρισμα ἐγχαράττει τῷ βασιλικῷ τῆς πολιτείας νομίσματι, τό τε οὐρανοφανὲς σημεῖον τοῦ Σωτηρίου σταυροῦ, καὶ τὸν σεβάσμιον καὶ Θεανδρικὸν Χριστοῦ χαρακτῆρα ἐν αὐτῷ μετὰ τοῦ ἰδίου ἀνετυπώσατο, ἐνδεικνύντος τὴν τοῦ ἐπουρανίου βασιλέως αὐθεντείαν πρὸς τὸν ἐπίγειον γεγονυῖαν, εἰρηνικάς τε σπονδὰς, καὶ βαθείας εἰρήνης συναλλάγματα, μιᾶς ποίμνης γινομένης, καὶ μιᾶς ἐξουσίας, ἀγγέλων καὶ ἀνθρώπων. Ὡσαύτως δὲ ἐνιδρῦσθαι καὶ ἀναστηλοῦσθαι τὸν σεβάσμιον καὶ σεπτὸν χαρακτῆρα τῆς ἐνσάρκου πολιτείας αὐτοῦ, τῆς τε ἀχράντου μορφῆς αὐτοῦ τὰ χαρακτηριστικὰ ἰδιώματα, καθὸ ὡράθη ἐπὶ γῆς τέλειος ἄνθρωπος, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ἐκ τῆς ἁγίας ἀχράντου καὶ Θεοτόκου Μαρίας· ἐμφαίνοντος τὰ γνωρίσματα, καθὼς παρέδωκαν τῇ καθολικῇ Ἐκκλησίᾳ οἱ μακάριοι ἀπόστολοι· κατακοσμοῦντος αὐτὴν ζωγραφικαῖς ἱστορίαις καὶ μουσουργικοῖς ψηφίσιν, ἔκ τε τῆς τῶν θεοπαραδότων Εὐαγγελίων συγγραφῆς, τὸν θεανδρικὸν χαρακτῆρα τοῦ Χριστοῦ ἐγκαθιδρύοντος. Καὶ γὰρ τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον μετὰ ὀκτὼ χρόνους τῆς τοῦ Χριστοῦ ἀναλήψεως συνεγράφη· τὸ κατὰ Μάρκον μετὰ δέκα, τὸ κατὰ Λουκᾶν μετὰ, ιεʹ τὸ κατὰ Ἰωάννην μετὰ λβʹ, ἐπὶ ∆ομετιανοῦ. ∆ιὸ καὶ πρότερον ἐν ταῖς ἐκκλησίαις ἀνιστορεῖσθαι ἐνομοθέτησε, καὶ ταῦτα ἐν ζωγραφικοῖς χρώμασι διαχαράττων, τὴν Βηθλεὲμ γέννησιν, τὴν τῶν ποιμένων αὐτοψίαν, τὴν τῶν μάγων δωροφορίαν, τὸν τοῦ ἀστέρος δρόμον, τὴν τοῦ δικαίου Συμεὼν εἰσδοχὴν, τὴν ὑπὸ Ἰωάννου βάπτισιν, τὴν τῶν παραδόξων, καὶ θεϊκῶν θαυμάτων ἀνάδειξιν· τὰ ἑκούσια παθήματα, τὴν ὑπερφυῆ καὶ ζωηφόρον ἀνάστασιν, τὴν εἰς οὐρανὸν θεϊκὴν ἀνάληψιν, καὶ τὰ ἀκόλουθα τῶν ἀποστόλων τερατουργήματα. Τοῦτο γὰρ ὅρος καὶ λόγος τῇ Ἐκκλησίᾳ παραδέδοται, ὅτιπερ ὁ Μονογενὴς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς ἡμῶν, ὁ ἄναρχος, ὁ ἀΐδιος, ὁ ἄϋλος, ὁ ἄποσος, ὁ ἄποιος, ὁ ἀπειρομεγέθης, ὁ ἀνέπαφος. ὁ πάντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, ὁ τὰς ἀγγελικὰς καὶ οὐρανίους ἀσωμάτους ∆υνάμεις τῷ λόγῳ συστησάμενος· ὁ τὸν οὐρανὸν σπιθαμῇ μετρήσας, τὴν δὲ γῆν κατέχων δρακὶ, καὶ τῇ χειρὶ τὸ ὕδωρ μετρήσας· ὁ χερσὶν ἀχράντοις τὸν ἄνθρωπον πλάσας, ἄνθρωπος ἐκ τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου Μαρίας ἀτρέπτως καὶ ἀναλλοιώτως χρηματίσας, κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καθὸ ἄνθρωπος γέγονε, ζῶον λογικὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν, τρίπηχυ ἴσως περιγραφῆς, καὶ σαρκὸς παχύτητι περιγραφόμενος τῇ καθ' ἡμᾶς ὁρωμένῃ, τῆς μητρῴας ἐμφερείας τὰ ἰδιώματα χαρακτηρίζων, καὶ τὴν τοῦ Ἀδαμιαίου μόρφωσιν ἐμφαίνων. Τοῦ χάριν χαρακτηριζόμενος, καθὼς οἱ ἀρχαιοῖ ἱστορικοὶ διαγράφουσιν αὐτοῦ τὴν ἐκτύπωσιν, σύνοφρυν, εὐόφθαλμον, ἐπίῤῥινον, οὐλόθριξιν, ἐπίκυφον, εὔχρονον, γενειάδα μέλανα ἔχοντα, σιτόχρουν τῷ εἴδει κατὰ τὴν μητρῴαν ἐμφάνειαν· μακροδάκτυλον, εὐήφωνον, ἡδύλογον, πραότατον, ἥσυχον, μακρόθυμον, ἀνεξίκακον, καὶ τὰ παραπλήσια τῆς ἀρετῆς πλεονεκτήματα περιφέροντα, ἐν οἷσπερ ἰδιώμασιν ὁ θεανδρικὸς αὐτοῦ χαρακτηρίζεται λόγος, ἵνα μὴ τροπῆς ἀποσκίασμα, ἢ παραλλαγῆς ἀλλοίωσις ἐν τῇ θείᾳ τοῦ Λόγου ἐνανθρωπήσει φωραθείη, κατὰ τοὺς τῶν Μανιχαίων λήρους.
δʹ. Καὶ γὰρ ὁ θεσπέσιος ἀπόστολος καὶ εὐαγγελιστὴς Λουκᾶς, τὸν θεῖον καὶ σεβάσμιον χαρακτῆρα τῆς παναγίου Θεομήτορος Μαρίας, ἔτι ἐν σαρκὶ αὐτῆς ζώσης ἐν Ἱερουσαλὴμ, καὶ τὰς διατριβὰς ποιουμένης ἐν τῇ ἁγίᾳ Σιὼν, ζωγραφικαῖς τε μίξεσι τὴν τῆς πανάγνου στήλην ἐν πίναξι διεχάραξε, [καὶ] ὡς ἐν κατόπτρῳ τῇ μετέπειτα γενεᾷ ἐγκαταλελοιπώς. Καὶ ταύτην αὐτῇ ὑποδείξαντος, «Ἡ χάρις μου μετ' αὐτῆς ἔσται.» Καὶ ἕτερον δὲ παραδοξότερον· οἱ θεόπται κορυφαῖοι ἀπόστολοι Πέτρος καὶ Ἰωάννης ἐν Λυδδῇ τῇ καλουμένῃ ∆ιοσπόλει πρὸ μιλίων δεκαοκτὼ τῆς Ἱερουσαλὴμ, τὰς διατριβὰς ποιούμενοι. εὐκτήριον οἶκον ἐπ' ὀνόματι τῆς μητρὸς τοῦ Κυρίου καὶ Θεομήτορος οἰκοδομήσαντες, καὶ ταύτην παραγενέσθαι εἰς τὴν τοῦ ναοῦ ἐνθρονίασιν ἐκλιπαροῦντες, ἔφησε πρὸς αὐτούς· «Καὶ αὐτόθι μεθ' ὑμῶν εἰμι.» Καὶ δὴ θείᾳ τινὶ καὶ ἀοράτῳ ἐνεργείᾳ ὁ χαρακτὴρ αὐτῆς κίονι ἑνὶ ἐνίδρυστο· ἐν ᾧ καὶ αὐτὴ ἡ Θεομήτωρ παραγενομένη καὶ θεασαμένη τὸ ἴδιον ἐκτύπωμα, χαρᾶς τε καὶ θάμβης ἀναπλησθεῖσα, θαυμάσαι δὲ καὶ ἐκπλαγῆναι ἐπὶ τῇ τοῦ ἐξ αὐτῆς ἐνανθρωπήσαντος μητρικῇ εὐκλείᾳ καὶ εὐκληρίᾳ τὸ σέβας ἀπονείμαντος. Ὅνπερ χαρακτῆρα μέχρι Ἰουλιανοῦ τοῦ Παραβάτου ἀποσωζόμενον, Ἑβραίους τινὰς ζωγράφους ἀποστείλας, καὶ διὰ τὸ, τὸ ἐκτύπωμα ἐφ' ἑνὶ τῶν κιόνων τοῦ ναοῦ καθιδρυμένον ὁρῶντες, ὅλην ἐκτετυπωμένην τὴν ἡλικίαν· ἥ τε πορφύρα καὶ ὁ στολισμὸς, ὡς ἤδη ὁρῶσαν καὶ φθεγγομένην βλέποντες, μαρμαρικοῖς τεχνάσμασι ταύτην κατορύξαι πειρώμενοι, ἔτι μᾶλλον λαμπροτέραν καὶ ἀπαράλλακτον ἐν τῷ βάθει τοῦ κίονος ἐφεύρισκον. Καὶ ἄλλα δὲ πολλὰ σημεῖα καὶ θαυμαστὰ τέρατα ἐν τῇ τῆς παναγίας Θεομήτορος εἰκόνι, τῇ αὐτῇ θείᾳ ἐνεργείᾳ διαδείκνυνται· δι' ἧς καὶ δαίμονες ἐλαύνονται, νόσοι θεραπεύονται, λεπροὶ καθαρίζονται, δυνάμεις ἐνεργοῦνται, πᾶσα μαλακία καὶ ἀσθένεια ῥώννυται
εʹ. Καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἐπὶ γῆς ἔτι πολιτευόμενος, τὸ ἐκμαγεῖον τῆς ἁγίας μορφῆς αὐτοῦ ἐν σουδαρίῳ ἀπομαξάμενος, Αὐγάρῳ τινὶ τοπάρχῃ τῆς Ἐδεσσηνῶν μεγαλοπόλεως διὰ Θαδδαίου τοῦ θεσπεσίου ἀποστόλου ἐκπέμψας, καὶ τὸν θεῖον ἱδρῶτα τοῦ προσώπου ἐναπομάττεται, τὰ χαρακτηριστικὰ ἰδιώματα αὐτοῦ ἀποσώζων ἐν τούτῳ. Ὅπερ ἐκμαγεῖον μέχρι τῆς σήμερον ἡ λαμπροτάτη καὶ μεγαλώνυμος τῶν Ἐδεσσηνῶν πόλις ὥσπερ σκῆπτρον βασιλικὸν κατέχουσα, αὐχεῖ καὶ κομπάζει· σημεῖα ἐν τῷ λαῷ δεικνύοντος, τοῦ ταύτην αὐτῇ τὴν χάριν παρασχομένου Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν· ἐν ᾗ καί ποτε Χοσρόου τοῦ Περσῶν βασιλέως τῷ τείχει αὐτῆς πυρκαϊὰν ἐλαίων ξύλα περιανάψαντος κυκλόθεν κύκλῳ, καὶ ταῦτα εἰς γῆν κατατεφρώσοντος, ὁ κατὰ καιρὸν ἁγιώτατος μητροπολίτης ἰδὼν τὸν λαὸν ἐκ τῆς ἄγαν πυρκαϊᾶς ἤδη μέλλοντα ἐναποθνήσκειν, τοῦτον τὸν σεβάσμιον χαρακτῆρα τοῦ θεοτυπώτου σουδαρίου διάρας, καὶ τὰ τείχη περιπολεύσας, θεία τις δύναμις ἐξελθοῦσα ἐν ἀνέμῳ καὶ πνοῇ βιαίᾳ τὴν πυρκαϊὰν ἐνέστρεψε τοῖς ὑπεναντίοις, καὶ διώδευσε καὶ ἐνεπύρισε τοὺς πέριξ, ὡς τοὺς Χαλδαίους τοὺς Ἀσσυρίους.
ςϛʹ. Ποτὲ γάρ τινος καταφρονητικῶς λίθον διάραντος ἐν τῇ τοῦ Σωτῆρος εἰκόνι, εὐθὺς περιστερὰ ἐκ τοῦ στόματος αὐτοῦ ἐξελθοῦσα, κόραξ ἀντεισάγεται· προδήλως ἀντὶ τοῦ ἁγίου Πνεύματος ὁ ἐζοφωμένος διάβολος κατοικιζόμενος, καὶ ἀντὶ φωτὸς μελανεμβαφὲς σκότος ὑποδυόμενος. Καὶ ἄλλος γὰρ ἐν Ἀλεξανδρείᾳ τῇ πόλει ὕπαρχος τῇ τάξει, τὴν ἐν τῷ προαυλίῳ τῆς Μεγάλης ἐκκλησίας ἁγίαν τῆς Θεομήτορος εἰκόνα περιερχόμενος πολλάκις φενακίζων καὶ διαμωκίζων, ἐν μιᾷ ὀφθεῖσα αὐτῷ ἔτι γρηγοροῦντι, ἔχουσα μετ' αὐτῆς δύο εὐνούχους, καὶ τούτου τὰς χεῖρας καὶ τοὺς πόδας διατείναντες, καὶ τῷ ἁγίῳ αὐτῆς δακτύλῳ διαχαραξάσης τὰ μέλη, αἱ ἁρμογαὶ τῶν χειρῶν ἐξ ἀγκόνων καὶ τῶν ποδῶν ἐξ ἀστραγγάλων θραυσθέντες, ὡς φύλλα ἀπὸ συκῆς διαῤῥαγέντες ἐκπεπτώκασι. Καὶ ἄλλον δέ τινα ἐν αὐτῇ τῇ πόλει τοιαῦτα τετολμηκότα καὶ ὑπὸ στρατιωτῶν διωκόμενον, πρόσφυγόν τε γεγονότα τῇ τῆς Θεομήτορος σεπτῇ εἰκόνι, καὶ τοῦτον ἐν ὀφθαλμοῖς πάντων ἀποστραφεῖσα, προὔχειρον εἰς σφαγὴν ὡς ἐπίβουλον παραδέδωκε. Καὶ πολλοὺς γὰρ πολλάκις τολμηρῶς προσκρούσαντας, οὐχ ἡ τυχοῦσα δίκη ἐκόλασεν.
ζʹ. Ἐκλείψει με ὁ χρόνος διηγούμενον τὰ διηγήματα, ἅπερ ἐξ ἀρχαίων, καὶ ἄνωθεν ἁγίων προφητῶν καὶ ἀποστόλων, καὶ Πατέρων καὶ διδασκάλων νενομοθέτηται· οὐδὲν γὰρ λέληθε τοὺς πνευματοφόρους καὶ θεόπτας ἀποστόλους· ἀλλ' ἅπερ τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησεν ἐν νόμῳ καὶ προφήταις καὶ εὐαγγελίοις, ταῦτα καὶ ἐδίδαξαν, ταῦτα καὶ παρέδωκαν· ταῦτα καὶ ἐκόσμησαν τὴν ἁγίαν Ἐκκλησίαν ἀπὸ περάτων τῆς οἰκουμένης, ἀπὸ τῆς ἐνδόξου Χριστοῦ παρουσίας, μέχρι τερμάτων αἰῶνος. Ἀλλά γε ὁ πολέμιος καὶ ἀρχαῖος τοῦ γένους ἐπίβουλος διάβολος, φθόνῳ καὶ βασκανίᾳ τῶν καλῶν τετηκὼς, οὐκ ἐπαύσατο τὴν πολυτάραχον αὐτοῦ καταιγίδα, ὡς λαίλαπα ἀγρίαν, τῶν αἱρέσεων ἀνακινῶν. Καὶ Κωνστάντιος μὲν, ὁ τὰ σκῆπτρα διαδεξάμενος τῆς βασιλείας τοῦ μεγάλου Κωνσταντίνου, ὁ τῆς μεγάλης ῥίζης σεσαθρωμένος ὄρπαξ, οὐ μέτριον κλόνον καὶ τάραχον τῆς πατρικῆς κρηπῖδος εἰσβαλὼν, πόλεμον τῇ Ἐκκλησίᾳ χείρονα τῆς εἰδωλικῆς δεισιδαιμονίας, τῇ τῶν Ἀρειανικῶν φρενῶν φενακιζόμενος ἀπάτῃ, τοὺς προβόλους καὶ στύλους τῶν Ἐκκλησιῶν κατασείσας κατέῤῥαξε. Λιβέριον μὲν Πάπαν Ῥώμης, Ἀθανάσιον τὸν μέγιστον Ἀλεξανδρείας, Παῦλον ἄλλον Κωνσταντινουπόλεως τὸν ὁμολογητὴν, Εὐστάθιον τὸν περιώνυμον Ἀντιοχείας, καὶ τοὺς σὺν αὐτοῖς λογάδας καὶ ἁγίους Πατέρας ἐξοστρακίστους κατεδίκασεν· ἀνθρώποις ἀσεβέσι καὶ ἐναγέσι τὰ τῶν ἁγίων ἅγια ἐνεχειρίσατο. Αὖθις ὀπαδοὶ καὶ συνεργοὶ Ἰουλιανὸς ὁ πρωτότοκος υἱὸς τοῦ Σατανᾶ, ὁ ἀποστάτης καὶ παραβάτης, ὡσαύτως καὶ ὁ Οὐάλης, εἰ καὶ οὐκ ἀποστάτης, ἀλλά γε Χριστοδιώκτης καὶ Χριστόμαχος· ἀλλ' αὐτίκα γοῦν ἀνατέταλκεν ὁ τῆς δυτικῆς λαμπαδηφορίας πνευματικὸς ἀστὴρ ὁ μέγας Θεοδόσιος, κατὰ τοῦ πνευματομάχου Μακεδονίου ἐκ τοῦ πατριαρχικοῦ θρόνου ἐξοστρακισθέντος, συνόδοις καὶ συνδρομαῖς τῶν ἁγίων Πατέρων, τὸ μέγιστον τῆς εὐσεβείας Χριστοῦ ἅγιον σύμβολον τῇ Ἐκκλησίᾳ ἀπαρεγχείρητον ἐμπήξας ἡδραίωσε.
ηʹ. Τούτου τῆς βασιλείας διάδοχοι, Ἀρκάδιος καὶ Ὁνώριος, καὶ τούτων αὖθις Θεοδόσιος ὁ τοῦ Ἀρκαδίου βλαστός· εἶτα πάλιν ἡ γάγγραινα νομὴν λαβοῦσα, Νεστορίου τοῦ ἀνθρωπολάτρου, Εὐτυχοῦς καὶ ∆ιοσκόρου, τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων· ἀλλ' ὅμως ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. Ὁ γὰρ μέγιστος τῆς βασιλικῆς εὐσεβείας νομοφύλαξ Μαρκιανὸς τῇ τῶν ἁγίων Πατέρων συνδρομῇ τοὺς δυσσεβεῖς εἰς γῆν κατέῤῥαξεν. Εἶτα πάλιν ἄλλοι τινὲς τὴν ἁλμυρὰν τῆς θεοπασχίας κατεῤῥάτισαν αἵρεσιν, Σέβηρος, Ἰάκωβος, Πέτρος ὁ Κναφεὺς, καὶ ἄλλοι τινὲς τῆς ἀνοσιουργίας ἀποπτυελίσματα, μεθ' ὧν ἡ βασιλικὴ Ζήνωνος τυραννικωτάτη χεὶρ κατεστράτευσεν. Οὕσπερ ἡ τῶν εὐσεβῶν βασιλέων, Ἰουστινιανοῦ τοῦ μεγάλου, καὶ τῶν ἁγίων Πατέρων θεόδρομος σύνοδος, ὥσπερ λιμώττοντας κύνας τῆς ἐκκλησιαστικῆς ὁμηγύρεως ἐξήλασεν. Εἶτα πάλιν οἱ πρόβολοι κατὰ τῶν ἐκκλησιαστικῶν πυργοβάρεων, Ὁνώριος Ῥώμης, Σέργιος ὁ τῆς βασιλίδος, Πύῤῥος, Παῦλος, Κῦρος Ἀλεξανδρείας, Μακάριος Ἀντιοχείας, Θεόδωρος ὁ τῆς Φαρὰν, ὑπὸ τοῦ πολυμηχάνου καὶ ἀρχηγέτου τῶν κακῶν εἰς γῆν τῆς αἱρέσεως κατεῤῥάχθησαν, ὑπὸ τοῦ εὐσεβοῦς μεγάλου Ἰουστίνου τῇ τῶν ἁγίων Πατέρων θεοσυλλέκτῳ συνόδῳ τῆς κατακρίσεως ἀνάθεμα κληρωσάμενοι.
θʹ. Εἶτα τούτων καὶ πλειόνων αἱρέσεων, ὡς ἄχυρα ἀπὸ ἅλωνος θερινῆς ἀναῤῥιφθέντων, καὶ ὡς κύματα ἄγρια θαλάσσης διαλυθέντων, τί νῦν ὁ ἕρπων σκολιὸς ὄφις, ὁ ἀντίδικος τοῦ γένους ἡμῶν διάβολος, ὁ σπορεὺς τῶν ζιζανίων, ὁ ἄλλον τινὰ βουρκανὸν τῆς ἀσεβείας καὶ τῆς αἱρέσεως ... καὶ τῆς τοῦ Θεοῦ Λόγου ἀτρέπτου καὶ ἀναλλοιώτου σαρκώσεως ἤδη περὶ ρλʹ χρόνους τὴν ἀνίατον ταύτην καὶ ἀθεράπευτον νομὴν διανέμων τοιᾷδε προφάσει· Θεοδοσίου τοῦ γένους Ἀδραμυτίου, καὶ τὰ βασιλικὰ σκῆπτρα ἐγκεχειρισμένου· Ἰεζά τε τῆς τῶν Ἀράβων ἡγεμονεύοντος ἐξουσίας, δύο τινὲς θεομάχοι Ἑβραίων παῖδες, οἱ ἀεὶ καὶ πάντοτε τραχηλιοῦντες κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ φρυαττόμενοι, τερατείαις καὶ συμβολομαχίαις, καὶ φαρμακείαις καὶ δαιμονιώδεσιν οἰωνίσμασι σχολάζοντες, ὡς δῆθεν ἀστρολογικήν τινα μεταδιώκοντες ἐπιστήμην, ἐξ ἀγχιστείας τῶν Ἰσαυρικῶν Ἰουδαίων ὑπάρχοντες, πλανώμενοι καταλαμβάνουσι τὴν τῶν Ἀράβων βασιλικὴν αὐλήν· καὶ μὴν καταμηνύονται τῷ προῤῥηθέντι Ἰεζά· καὶ τούτῳ χρησμῳδίαις πολυευζωΐας καὶ πολυχρόνου διαμονῆς μυοῦνται, εἰ ἄρα γε τὴν τῶν Χριστιανῶν καταῤῥάξαι διακόσμησιν δυνηθείη, τὸν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ θεανδρικὸν χαρακτῆρα, καὶ τῆς αὐτὸν τεκούσης Θεομήτορος, ἐκ τῶν ἐκκλησιαστικῶν περιβόλων ἀπαλεῖψαι. Καὶ δὴ ὁ φιλόζωος ἐκεῖνος καὶ χοιρόβιος ἄνθρωπος, ὑπεῖξε τῇ συμβουλῇ τῶν ἀπατεώνων, καὶ πάσας τὰς Ἑώας Ἐκκλησίας ἐσάλευσεν· ἀλλ' ἠπατήθη ὁ δείλαιος. Οὐ μικρὸς γὰρ χρόνος παρῆλθε, καὶ τοῦτον ἡ θεία δίκη ἐχειρώσατο. Ὁ δὲ υἱὸς αὐτοῦ διαδεξάμενος τὴν ἡγεμονίαν, τούτους βουληθεὶς ὡς ψευδομάντεις ἀποκτεῖναι, φυγάδες ᾤχοντο ἀνακάμψαντες πάλιν ἐν τοῖς Ἰσαυρικοῖς μεθορίοις.
ιʹ. Εἶτα εἰς πηγήν τινα ἀναψύχοντες τῇ φλεγμονῇ τοῦ καύματος, ἰδοὺ νεανίσκος τις τοὔνομα Λέων, καλὸς τῷ εἴδει, ὡραῖος τῷ προσώπῳ, εὐμήκης τῷ σώματι, βάναυσος τὴν ἐπιστήμην ἐξ αὐτῆς τὴν ζωὴν ποριζόμενος. Καὶ δὴ ἐκ τοῦ ὑποζυγίου τὸν φόρτον περιελόμενος, ἐκάθισε καὶ αὐτὸς ἐπὶ τῇ πηγῇ ἀναψυχόμενος. Ὥρα ἦν ὡσεὶ ἕκτη. Εἶτα οἱ τῶν ἐγγαστριμύθων μύσται μυοῦνται αὐτῷ κατάρξαι αὐτὸν τῆς Ῥωμαϊκῆς βασιλείας τὰ σκῆπτρα· καὶ δὴ τοῦ Λέοντος ἀναβαλλομένου καὶ διαποροῦντος πρὸς τὸ ἀκρότατον τῆς ἑαυτοῦ εὐτελείας ἀφορῶντα, ὅρκοις πληροφορεῖται ὑπὸ τῶν μισοχρίστων, ὅτι ταῦτα οὕτως δεῖ γενέσθαι. Καὶ δὴ αἰτοῦνται αὐτὸν ὁρκωμοσίας λόγοις πληροφορηθῆναι παρ' αὐτοῦ, ἵνα εἰ ἄρα γε εἰς πέρας τοῦτο ἄγοιτο, πᾶν ὁτιοῦν αἰτηθείη αὐτοῖς, παρ' αὐτοῦ ἀνυπερθέτως δοθείη αὐτοῖς. Ἧν δὲ παραπλησίον ναὸς τοῦ ἁγίου μάρτυρος Θεοδώρου· καὶ εὐθὺς ἑτοιμότατα εἰσελθὼν ὁ βάναυσος Λέων, καὶ περικρατὴς γενόμενος τῶν ἁγίων καγκέλλων τοῦ θυσιαστηρίου, ἔδωκεν ἐγγυητὴν τὸν μάρτυρα Χριστοῦ, ἑστώτων τῶν Ἰουδαίων ἐν τοῖς πυλῶσι τοῦ ναοῦ. Καὶ δέχονται τὸν ὅρκον παρ' αὐτοῦ, καὶ εὐθὺς ᾤχετο ἕκαστος εἰς τὰ ἴδια.
ιαʹ. Ἦν δὲ τότε τις τῶν Ἀνατολικῶν στρατηγίας τὴν ἡγεμονίαν περιέχων πατρίκιος, τοὔνομα Μασισίννιος, στρατολογίαις τὴν χώραν περιπολεύων· ἐν οἷς καὶ Λέων ὁ βάναυσος στρατολογηθεὶς, ἐν ὀλίγῳ χρόνῳ εἰς προκοπὴν μεγίστην ἀναβιβάζεται, σπαθαρικῷ ἀξιώματι προχειρισθεὶς ὑπὸ τοῦ αὐτοκράτορος Θεοδοσίου· καὶ δὴ ὑπ' αὐτοῦ εἰς τὰ ἑσπέρια μέρη ἐκπεμφθεὶς, Καμπανίαν, καὶ Ἀμαλφίαν, καὶ Νεάπολιν, τότε βαρβαρησάντων, καὶ καταλαβὼν τὰ ἐκεῖσε ἐν πλωτορσίοις δρόμωσι τὸν ἀριθμὸν ρκʹ, καὶ τροπαιοφόρον νίκην εἰρήνην βραβεύσας, καταλαμβάνει τὰ βασίλεια· καὶ εὐθὺς ὑπὸ τῶν στρατιωτῶν ἀνηγόρευται Καῖσαρ καὶ αὐτοκράτωρ βασιλεύς. Καὶ δὴ Θεοδόσιος ὁ πραότατος βασιλεὺς, προϋπαντᾷ χαροποιός· καὶ ἄρας τὸ στέφος ἐκ τῆς ἑαυτοῦ κορυφῆς, περιτίθησι τῷ Λέοντι, καὶ οὕτως ἀκλονήτως ὁ Λέων, καὶ ἀνενοχλήτως τὰ βασίλεια ἐγχειρίζεται. Περιβοήτου δὲ ἐπιφημίαις γενομένου τοῦ Λέοντος, οὐκ «ἰδοὺ Μάγοι ἀπὸ Ἀνατολῶν ἦλθον προσκυνῆσαι μετὰ δώρων Χριστὸν,» ἀλλ' ἰδοὺ Μαγουδαῖοί τινες φαρμακοὶ καὶ ἐπαοιδοὶ Γαζαρηνοὶ δρομαῖοι εἰσελαύνονται εἰς τὰ βασίλεια, πέρας τῶν οἰωνισμάτων καὶ μαντευμάτων αὐτῶν χαρὰν εἰσδεχόμενοι. Εἶτα ὑπὸ τοῦ νέου ἄνακτος δεξιολαβηθέντες τὴν ὀφειλὴν ἀποτιννύουσιν ἀσυγχώρητα. Τοῦ δὲ ἑτοιμότατα ἐπαγγελλομένου διδόναι· Τί ἄρα, ἔφη, ἔστι ταῦτα; Οἱ δέ φασι· Τοῦτο αἰτούμεθα παρὰ σοῦ, κράτιστε βασιλεῦ, ἵνα τὸν χαρακτῆρα τοῦ Ναζωραίου Χριστοῦ, καὶ τῆς μητρὸς αὐτοῦ Μαρίας, ἐκ πάσης ἐκκλησιαστικῆς ἱστορίας ἀπαλείψῃς· ὅπως τοῦτο ποιῶν, μέλλεις ἄρχειν καὶ βασιλεύειν ἄχρι χρόνων ἑκατὸν ἐν τῇ γενεᾷ σου· εἰ δὲ τοῦτο ὑπερθήσῃ, μέλλεις τάχιον, ὡς ὁ Ἀρτέμιος, ὁ Ἀψίμαρος, ὁ Ἀναστάσιος, ἀναιρεθῆναι. Ὁ δὲ εὐήθης καὶ ἀστήρικτος τῇ πίστει, ὥσπερ ὑπὸ ὄφεως ταῖς δυσὶ μυκτῆρσι πιεζόμενος, μηδὲ ἀναπνεῖν ἔτι ἰσχύων, ἑτοιμότατα τὸ προσταχθὲν ἐπιτελεῖν ἐπαγγέλλεται.
ιβʹ. Τούτου δὲ καταδήλου αἱρετικοῦ δειχθέντος, ἀλώπεκος δὲ χρῶμα ἀναλαβὼν καὶ ὑπούλως πως τὰ πρῶτα διεξελθὼν, εὐσεβεῖν διετάττετο. Μετὰ δὲ δεκατὸν χρόνον, αἵρεσιν ἐμπνεῖ τῇ Ἐκκλησίᾳ· καὶ τὸν ὑπ' αὐτὸν λαὸν ἐκκλησιάσας, μέσον πάντων λεοντοειδῶς βρύξας ὁ ἀνήμερος θὴρ καὶ λεοντώνυμος, εἶπεν· Εἰδωλικῆς τεχνουργίας ὑπαρχούσης τῆς τῶν εἰκόνων ἀνατυπώσεως, οὐ δεῖ ταύταις προσκυνεῖν. Ὄντως τάφος ἀνεωγμένος ἡ λάρυξ αὐτοῦ, καὶ τοῖχος κεκονιασμένος ἡ τούτου καρδία. Οὐ πολὺ δὲ τὸ διὰ μέσου, καὶ ὁ Λέων ὡς ἄνθρωπος θνήσκει, καὶ ὡς εἷς τῶν ἀρχόντων πέπτωκε. Τούτου δὲ τοῦ ζῇν ἀποῤῥήξαντος, καὶ τοῦ αἰωνίου πυρὸς γεγονότος παρανάλωμα, ἀνέστησεν ἀντ' αὐτοῦ τὸ ἐκείνου μιαρὸν γέννημα, Κωνσταντῖνόν φημι. Οὗτος οὖν τὸ τῆς πονηρᾶς ἐκείνης ῥίζης δένδρον, δηλητήρια παντοῖα ὀλέθρια τῇ ἑαυτοῦ ψυχῇ θησαυρίσας, πορθεῖ, συστρέφει, καταστρέφει, πυρπολεῖ ἅπασαν ἁγίων εἰκόνων θέαν. Γνοὺς δὲ τοῦτο ὁ τῆς εὐσεβείας κήρυξ Γερμανὸς, δηλοῖ πρὸς αὐτόν· Βασιλεῦ, τοῦ ∆εσπότου Χριστοῦ καὶ Σωτῆρος ἡμῶν Θεοῦ σαρκωθέντος ἐκ τῶν ἀχράντων αἱμάτων τῆς ἁγίας Θεοτόκου, καὶ τελείου αὐτοῦ καθ' ἡμᾶς ὀφθέντος καὶ περιγραπτοῦ, πᾶσα ἡ εἰδωλικὴ λατρεία ἐκποδῶν γέγονεν· ἀπὸ δὲ τῆς εἰς ἡμᾶς αὐτοῦ συναναστροφῆς, καὶ τῆς τῶν ἀποστόλων κοσμοσώστου διδασκαλίας ἕως τῆς νυνὶ, ἔτη ψλϛʹ, καὶ οἱ ἀναμέσον τούτοις τοῖς χρόνοις περιελθόντες ἅγιοι Πατέρες περὶ τῶν ἁγίων εἰκόνων τοιοῦτόν τι οὐκ ἐνενόησαν· ἀλλὰ καὶ αἱ ἅγιαι καὶ οἰκουμενικαὶ σύνοδοι ταύτας αἱροῦσαι, προσκυνεῖσθαι διετάξαντο, καὶ οὐ καταστρέφεσθαι. Σὺ δὲ, βασιλεῦ, γίνωσκε, ὅτι εἰ τούτου κρατήσειας, ὑπὲρ τῶν σεπτῶν εἰκόνων ἑτοίμως ἀποθανοῦμαι. Ἡ γὰρ τοῦ Χριστοῦ εἰκὼν τὸ αὐτοῦ φέρει ὄνομα, καθὸ ἐν σαρκὶ ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.
ιγʹ. Ταῦτα ἀκούσας ὁ βασιλεὺς, καὶ βρύξας ὡς λέων, ξιφήρεις σατράπας ἀποστείλας ἐν τῷ πατριαρχικῷ οἴκῳ, πυγμαῖς καὶ ὀνειδισμοῖς κατενέγκαι τὸν ἅγιον τῶν ἐκεῖσε προσέταξεν. Οὗτινος κατελθόντος, καὶ τοῦ μονήρους βίου συμμετόχου γεγονότος, τὸν ἀσεβῆ Ἀναστάσιον τῆς ἀρχιερωσύνης προβάλλεται στρατιωτικῶς, καὶ οὐ ψήφῳ Θεοῦ εὐσεβείας· ὅστις τὰ τῆς ἐκκλησίας πάντα τοῖς βασιλείοις παραδέδωκε. Πάντα χαρακτῆρα τῆς θείας αὐτοῦ σαρκώσεως περιελόμενος, ὡσαύτως καὶ τῆς παναγίας Θεομήτορος, τὴν μητρικὴν αὐτῆς πρεσβείαν καὶ παῤῥησίαν πρὸς τὸν ἐξ αὐτῆς σαρκωθέντα Θεὸν Λόγον ἀπαναινόμενος, ὁ τοῦ ὑπερηφάνου διαβόλου ὑπερασπιστὴς, καὶ τὰς τῶν ἁγίων πρεσβείας ἀποσειόμενος· τάς τε τῶν ἁγίων Πατέρων θεοπνεύστους βίβλους πυρκαϊᾷ βαλών· τό τε φιλόθεον καὶ τῶν μοναζόντων τάγμα μυσαττόμενος ὁ μισόχριστος, τόν τε ἱερῶν παρθένων κατάλογον γαμικοῖς συναλλάγμασι περιζευγνύων, τῆς εὐλαβείας τὰ ἐνδύματα πυρὶ κατακαίων, τὴν τῶν ἱερῶν μοναστῶν σεβασμίαν γενειάδα, καὶ πολιὰς αἰδεσίμους, καὶ τὰς θείας κόρας βρομιαίῳ κατακαίων πυρί· σκοτίας σχῆμα τοῦτο καλέσας, ὁ τῇ ψυχῇ ἐσκοτισμένος, τοὺς ὑπ' αὐτὸ τὸ σχῆμα καταλεγομένους, ἀμνημονεύτους ἐκάλεσε καὶ εἰδωλολάτρας, διὰ τὴν πρὸς τὰς σεπτὰς εἰκόνας προσκύνησιν· ἅπαντα δὲ τὸν ὑπ' αὐτὸν λαὸν ἐκκλησιάσας, ὀμόσαι πάντας πεποίηκε προτιθεμένων τοῦ τε ζωοποιοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ, τῶν τε ἀχράντων ξύλων ἐν οἷς Χριστὸς ὑπὲρ ἡμῶν χεῖρας ἐξέτεινεν, καὶ τῶν ἁγίων Εὐαγγελίων, δι' ὧν Χριστὸς παρακελεύεται ἡμᾶς μὴ ὀμόσαι ὅλως, μὴ προσκυνῆσαι εἰκόνας ἁγίας, ἀλλὰ ταύτην εἴδωλον καλεῖν, μήτε ἐξ ἀββᾶ κοινωνῆσαι, ἢ τὸ, χαῖρε, τὸ σύνολον δοῦναι αὐτοῦ· ὢ τῆς ἐρεσχελίας! ὁμοιότροπον καὶ ὁμόηχον εὑρὼν ὄργανον, οὐ μὴν ἀλλὰ καὶ ὁμώνυμον, καὶ ὁμόφρονά τινα τοῦ ἱερατικοῦ καταλόγου, τοῦτον ἐπὶ τὴν Ἐκκλησίαν ἐπάρας, οὐχὶ Θεοῦ καὶ ἱερέων ψήφῳ, ἀλλὰ τῇ αὐτοῦ πανουργίᾳ, τῶν ἀμφοτέρων ἐν τῷ ἄμβωνι ἀνελθόντων, ὑπὸ τῶν τοῦ βασιλέως χειρῶν Κωνσταντίνου Κωνσταντῖνος τὴν ἱερὰν ὁ ἀνίερος ἐνδιδύσκεται διπλοΐδα καὶ τὸ ὠμοφόριον. Ὢ τῆς ἀναξίας! ὁ ἀσπιδιφόρος, ἱεροθέτης· καὶ ὁ πολέμοις καὶ φόνοις ἐσχολακὼς, ἱερουργός· καὶ ὁ τρισὶ γυναιξὶ παρανόμως συζευχθεὶς, τῶν ἱερῶν χειροτονητὴς καθίστατο.
ιδʹ. Ἐκ τούτου οὖν συμπλεχθείσης τῆς μιαρᾶς συνωρίδος, ὡς παρανόμου σειρᾶς, προγράμματα κατὰ πᾶσαν ἐπαρχίαν ἐπέμπετο πρὸς τοὺς κατὰ χώραν ἀρχισατράπας σὺν ἐπισκόποις, τὴν βασιλεύουσαν πόλιν καταλαβεῖν, πρὸς τὸ σύνοδον γενέσθαι κατὰ τῶν σεπτῶν εἰκόνων· τοῦ δὲ τυράννου τὸν σεβάσμιον τῆς παναχράντου Θεοτόκου τὸν ἐν Βλασχέρναις χαρακτῆρα κατορύξαντος, σύνοδον ἀθετούντων ψευδοϊερέων ἐν αὐτῷ τῷ πανσέπτῳ ναῷ ὁ ἀλιτήριος προκαθεσθεὶς ἅμα τῷ ὁμωνύμῳ προδότῃ τῆς τοῦ Χριστοῦ ποίμνης, τὴν μυσαρὰν καὶ ἐχθρώδη ἐπιτελοῦσα σύνοδον, ἀγαλματικὰ εἴδωλα τὰς σεπτὰς εἰκόνας καλέσαντες. Εἶτα Γερμανὸν τὸν θεῖον καὶ ὀρθοτόμον τῆς Ἐκκλησίας ἀναθεματίσαντες, ξυλολάτρην ἀπεκάλουν. Ὢ τῆς τοῦ ἐχθροῦ πωρώσεως! ὢ τῆς βλασφημίας! ὢ τῆς παρατροπῆς! πάμπολλα δὲ αὐτῶν βλασφημησάντων, τὸ τελευταῖον καὶ πάντων χεῖρον ἠλάλαξαν τὴν ἐλεεινὴν ἐκείνην οἱ μιαροὶ ἀνίεροι ἐκεῖνοι φωνὴν, καὶ εἶπον· «Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι σὺ, βασιλεῦ, ἐλυτρώσω ἡμᾶς ἐκ τῶν εἰδώλων.» Ὢ φωνῆς ὀδυνηρᾶς! ἥτις ἐκβομβηθεῖσα οὐρανὸν ἐζόφωσε, καὶ γῆν συνέσεισεν, αἰθέρα τε ἐμίανε, καὶ πάντας τοὺς αὐτὴν κεκραγότας, Θεοῦ ἀλλοτρίους ἐποίησεν. Ὄντως «ὁ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει.» ∆ιὰ γὰρ τὰς τοιαύτας βλασφημίας τοῦ ἀθέου τυράννου καὶ ἀναξίου τῆς Χριστιανικωτάτης ἁλουργίδος, οὐράνιοι κεραυνοὶ κατέσκηψαν ἐπὶ τῆς γῆς, τὰ ἄστρα μὴ φέροντα τὴν ∆εσποτικὴν ὕβριν εἰς γῆν κατέπιπτον, στοιχεῖα ἐδονεῖτο, γῆ ἐκλονεῖτο ταραττομένη, σεισμοὶ κατάλληλοι, φόβητρα καὶ σημεῖα ἐξ οὐρανοῦ· αὐτὸς ὁ δείλαιος δεδιὼς τὴν καραδοκουμένην ὀργὴν, φυγὰς καὶ μεταναστὰς, ἐπὶ τὴν Νικομηδέων πόλιν ᾤχετο. Ποῖος γὰρ ∆ιοκλητιανὸς ἢ Μαξιμιανὸς, ἢ Τραϊανὸς, τὰ τοιαῦτα ἔδρασε κατὰ Χριστιανῶν δυσφήματα, ὡς ὁ ἀνάξιος τῆς Χριστιανικῆς προσηγορίας; Ἡμέρα γοῦν κρίσεως παρέστη, καὶ τοῦτο ἡ θεία δίκη προέφθασε, καὶ μάρτυς ἀξιόπιστος αὐτὸς περὶ ἑαυτοῦ. Ἔτι γὰρ περὶ τὰ ἔσχατα πνέων, ὀλολύζων ἠλάλαξεν ἐν μεγάλῃ βοῇ, τάδε λέγων· «Τὰ προαύλια τῆς γεέννης.» Τί οὖν ἀξιοπιστότερον τῆς οἰκείας φωνῆς, ἀνθ' ὧν οὐκ ἔγνω τὸν καιρὸν τῆς ἐπισκοπῆς αὐτοῦ; ὑπέρογκα γὰρ ματαιότητος ἐβλασφήμησε κατὰ τῆς Ἐκκλησίας Χριστοῦ, εἰδωλολάτρας τοὺς Χριστιανοὺς ἀποκαλῶν.
ιεʹ. Ἀλλὰ τούτου ὁ βλαστὸς ὁ δεύτερος Λέων τὴν ἀρχὴν τῆς βασιλείας διαδεξάμενος, γαληνικωτάτῃ καὶ εἰρηναίᾳ διαγωγῇ τὸν πολυτάραχον κλύδωνα τῆς Ἐκκλησίας μετήνεγκεν, ὡς ἐκ ζάλης καὶ τρικυμίας ταύτην ψυχαγωγήσας. Οὗτινος καὶ ἡ ζωὴ καὶ ἡ ταφὴ ἐν Εἰρήνῃ τῇ φερωνύμῳ συζύγῳ διατετέλεσται. Αὖθις πάλιν νέα Ἑλένη καὶ νέος Κωνσταντῖνος υἱὸς Εἰρήνης, ὡς ῥόδον καὶ κρίνον ἐν μέσῳ τῶν ἀκανθῶν ἐκφύντες, ὡς ἐξ Ἑλληνισμοῦ καὶ Ἰουδαϊσμοῦ τὸ Ῥωμαϊκὸν πολίτευμα ἀνακαλοῦνται· μεθ' ὧν καὶ ὁ νέος Σίλβεστρος, ὁ μέγας καὶ ἀοίδιμος πατριάρχης Ταράσιος, ἁγίαν οἰκουμενικὴν σύνοδον συγκροτήσας, πᾶσαν αἱρετικὴν φρενοβλάβειαν διεσκέδασεν, ὅτι Πνεῦμα Θεοῦ ἅγιον ἦν ἐπ' αὐτῷ. Ὡς φωστῆρες ἐν κόσμῳ φαίνοντες, καθὼς παρέδωκαν τῇ Ἐκκλησίᾳ οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου θεσπέσιοι καὶ μακάριοι ἀπόστολοι, καὶ οἱ θεοφόροι ἅγιοι Πατέρες, καὶ αἱ θεόπνευστοι καὶ οἰκουμενικαὶ ὀρθόδοξοι σύνοδοι, πάντα σωτήρια καὶ ζωοποιὰ τοῦ Χριστοῦ σύμβολα κατέχειν τε καὶ σεβάζεσθαι ἐθέσπισαν· καθώς φησι τὸ θεῖον λόγιον· «∆εῖξόν μοι τὴν ὄψιν καὶ ἀκούτισόν με τὴν φωνήν σου, ὅτι ἡ ὄψις σου ὡραία, καὶ ἡ φωνή σου ἡδεῖα.» Οὐκ ἔστι παρὰ Χριστιανοῖς Θεὸς πρόσφατος, οὐδὲ προσκεκύνηται παρ' αὐτοῖς Θεὸς ἀλλότριος· ὅτι, τίς Θεὸς πάρεξ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; ἢ τίς Θεὸς πλὴν αὐτοῦ; Ποῦ εἰσιν οἱ Χριστιανοκατήγοροι, οἱ ἱεροκατήγοροι, οἱ ἑαυτοὺς τῆς Χριστωνύμου κλήσεως ἀποξενώσαντες; οἱ ἑαυτοὺς τῆς μελλούσης ἐλπίδος τῶν Χριστιανῶν ἀπελπίσαντες, οἱ πεπλανημένοι ἀπὸ μήτρας τῆς θείας κολυμβήθρας, ἁμαρτωλοὶ ἄνθρωποι, τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τῆς καθολικῆς Ἐκκλησίας ἀνομίαν, ἐν ὑπερηφανείᾳ καὶ ἐξουδενώσει, οἱ πᾶσαν Γραφὴν θεόπνευστον καὶ ὠφέλιμον στρεβλοῦντες κατὰ τὰς ἰδίας ἐπιθυμίας, οἱ τὸν υἱὸν τοῦ Θεοῦ καταπατήσαντες, καὶ τὸ αἷμα τῆς διαθήκης καινὸν ἡγησάμενοι, ἐν ᾧ ἡγιάσθησαν, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐν ᾧ ἐχειροτονήθησαν ἐνυβρίσαντες, οἱ ψευδοχριστιανοὶ, οἱ τὴν ἁγίαν καὶ καθαρὰν Χριστοῦ Ἐκκλησίαν, τράπεζαν ἠλισγημένην ἀποκαλέσαντες, οἱ μὴ εἰδότες διαφορὰν ἁγίου καὶ βεβήλου, καθαροῦ καὶ ἀκαθάρτου; Πολλὰ ὤφειλον γράψαι, ἀλλ' οὐκ ἰσχύομεν διὰ μέλανος καὶ χάρτου· ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.
ιςϛʹ. Αὖθις ὁ φερώνυμος Νικηφόρος ὁ ἐν βασιλεῦσι τοῦ Χριστοῦ εὐσεβέστατος καὶ ὀρθόδοξος θεράπων· ὡσαύτως καὶ οἱ τῆς εὐσεβείας υἱοὶ καὶ τῆς βασιλείας διάδοχοι, βεβαίαν καὶ ἀσάλευτον τὴν πίστιν διατηρήσαντες τῷ Χριστῷ, καὶ τῷ μεγάλῳ ἀρχιερεῖ πατριάρχῃ Νικηφόρῳ παρέθεντο τὴν Ἐκκλησίαν καθαρὰν καὶ ἀμίαντον, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα. Ἀλλ' αὖθις πάλιν ἡμῖν φερώνυμος τῆς δυσσεβείας θὴρ, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος ἐνέσκηψεν· ἡ δὲ λύμη τῆς τοιαύτης ψυχοφθόρου αἱρέσεως τοιᾷδε προφάσει ἐνέσκηψε. Μιχαὴλ καὶ Θεοφυλάκτου τῶν θεοφιλεστάτων καὶ εὐσεβεστάτων ἀνδρῶν τὰ βασίλεια ἰθυνόντων, καὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ οὔσης ἐν βαθυτάτῃ γαλήνῃ, καὶ τῶν ἱεραρχῶν πάντων ἥσυχον καὶ ἠρεμαῖον βίον σὺν τοῖς ἱερεῦσι καὶ εὐλαβέσι μοναχοῖς διαγόντων ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι, οὐκ οἶδ' ὅπως εἰπεῖν, τέρας ξενοφανὲς εἰσέδυ εἰς τὴν πανευδαίμονα πόλιν· γυναικός τινος τῶν ἐγχωρίων τετοκυίας βρέφος, τὰ μὲν ἄνω μέλη τοῦ σώματος ἕως τοῦ ὀμφαλοῦ εἶχε πάντα παιδὸς, τὰ δὲ ὑποκάτω, θηρῶν ἀγρίων, λεόντων καὶ παρδάλεων καὶ λύκων. Καὶ τούτων μὲν ἦσαν αἱ μορφαὶ κινούμεναι, ὥστε γινώσκειν ἑκάστου τὸν σχηματισμόν· ἀλλά γε ἑαυτῇ ἡ ἐγγαστρίμυθος ὑπὸ τοῦ ἐν αὐτῇ προσφωνοῦντος πνεύματος Πύθωνος ἐναερίου, τὴν τῶν βασιλέων ταχεῖαν ἀναδοχὴν τερατεύεται· καὶ δὴ ὁ φιλόχριστος βασιλεὺς τὸ ἐβδελυγμένον τοῦτο γύναιον παραδίδωσιν εἰς φρουρὰν ἀσφαλῆ ἑνὶ τῶν οἰκείων αὐτοῦ καὶ μυστικῶν αὐτοῦ θεραπόντων. Καὶ δή τις τῶν ἀφανῶν καὶ εὐτελῶν τῆς πόλεως τοὔνομα Ἰωάννης, Ἀναγνωστικῷ βαθμῷ τῇ εὐαγεῖ μονῇ τῆς ἁγίας Θεοτόκου τῶν λεγομένων Ὁδηγῶν σχολάζων, παῤῥησιασάμενος τῇ ἐγγαστριμύθῳ, μυεῖται αὐτῷ τὴν τῶν ἐσομένων πρόγνωσιν, τήν τε τοῦ βασιλέως ἐναλλαγὴν, καὶ τοῦ διαδόχου τῆς βασιλείας ἀποκατάστασιν, μεγάλην τε καὶ ὑπερφυῆ καὶ τριάκοντα χρόνους ἐν εὐημερίᾳ καὶ τροπαιοφόρῳ νίκῃ διαβιῶναι, εἰ ἄρα γε τὴν τῶν ἱερῶν εἰκόνων καθαίρεσιν τέλεον ποιήσας, τὸ μνημόσυνον αὐτῶν παντάπασιν ἐξαφανίσειε. Λέων δὲ ἔσται τὸ ὄνομα αὐτοῦ, ἐξ Ἀρμενίων ἀγχιστείας καταγόμενος· καὶ δὴ, φησὶ, χρησμῳδεῖ, καὶ τὸν συμμύστην Ἰωάννην, μεγίστης ἀξιωθήσεσθαι τιμῆς παρ' αὐτοῦ τοῦ Λέοντος, καὶ ὑψωθήσεσθαι, καὶ μετεωρισθήσεσθαι σφόδρα σφόδρα ὑπεράνω πάσης ἀρχῆς, ὡς οὐδεὶς ἄλλος τῶν κατ' αὐτὸν προβεβηκότων.
ιζʹ. Καὶ δὴ Λέοντος πατρικίου καὶ στρατηγοῦ τῆς τῶν Ἀνατολικῶν ὑπαρχίας, ἔνδον αὐτοῦ ὄντος ἐν τῇ εὐδαίμονι, Νικηφόρος τις ὁ παρωνύμως Κιννάριος λεγόμενος, μυεῖται τῷ Λέοντι τὰ τῆς ἐγγαστριμύθου μαντεύματα· καὶ ἄλλος δέ τις τῶν κυκλαρίων ψευδερημιτῶν ψευδολογίαις καὶ μαντεύμασι τὸν ἀπειρόκακον λαὸν διαχλευάζων, διὰ τοῦ αὐτοῦ Νικηφόρου εἰσάγεται τῷ Λέοντι πατρικίῳ· καὶ οὗτος μυεῖται αὐτῷ τὰ παραπλήσια καὶ ἐφάμιλλα τῆς ἐγγαστριμύθου τερατεύματα. Ὁ δὲ φιλόκοσμος ἀνὴρ διαπύρῳ διαθέσεως καρδίᾳ, ταῦτα μεθ' ὅρκου ποιεῖν ἀμεταθέτου ἐβεβαιώσατο, ἔχων ἐγκάρδιον ἐγκεκρυμμένον τῆς ἀσεβείας τὸν σπινθῆρα.
ιηʹ. Καὶ δὴ τοῦ Λέοντος τὰ βασίλεια σκῆπτρα κεκρατηκότος, περισσότερος ζηλωτὴς καὶ μιμητὴς γίνεται τῶν προβεβηκότων δυσσεβῶν ἀνάκτων, Λέοντος καὶ Κωνσταντίνου τῆς τῶν Ἰσαύρων ἀγχιστείας γεγονότων, καὶ πολυχρονίοις ἔτεσιν ἐν τῇ βασιλείᾳ διαρκεσάντων, πολέμων δὲ ἀνδραγαθήμασι, καὶ πολεμίων βαρβάρων θράσος καταβαλόντων, ἐν εὐθηνίαις τε καὶ εὐημερίαις βεβιωκότων· καὶ δὴ ἤρξατο ἐξερευνῶν ἐξερευνήσεις, μαντείας τινὰς καὶ μαθηματικοὺς ἀστρολόγους, τοιαῦτα αὐτῷ χρησμῳδεῖσθαι. Καὶ προσκαλεσάμενος Βασίλειόν τινα χαρτουλάριον τῆς λεγομένης Ἐξαρτήσεως, θαῤῥεῖ αὐτῷ τὰ τοῦ πράγματος. Ὁ δὲ ἐν ἀμηχανίᾳ γεγονὼς, ὡς δοῦλος ὑπήκοος ποιεῖν τὸ κελευσθὲν ἐπαγγέλλεται· καὶ δὴ εὑρών τινα ἄνδρα τῶν ἐπιχωρίων τῆς Σαλαμβρίας ὧδε κἀκεῖσε πλανώμενον, ἐν καπηλίοις καὶ κυκλεύμασι, μαντείαις τε καὶ οἰωνίσμασι, καὶ μέλλων τῶν βασιλέων πρόγνωσιν μυεῖσθαι, Σαββάτιον οὕτω λεγόμενον, ὑποτίθεται αὐτῷ πάντα τὰ καταθύμια τῷ βασιλεῖ χαρίσασθαι. Καὶ δὴ περιβαλὼν ἑαυτῷ ὁ Σαββάτιος ἅλυσιν μεγίστην τῷ τραχήλῳ, καὶ σιδηροπέδαις ἑαυτὸν περισφίγξας, περικλείει ἑαυτὸν ἐν τοῖς τοῦ ∆αγιστέως μεγάλου λούτρου τῶν καμίνων κούφοις. Καὶ δὴ ὁ Βασίλειος τὰ βασίλεια καταθύμια τάχιον ἐκπληρῶν, προσαγηόχει αὐτὸν τῷ μάντει τῆς Πύθωνος. Νὺξ δὲ βαθεῖα ἦν, καὶ σκότος ψηλαφητόν· καὶ ἰδοὺ καὶ ὑπὸ στρατοπέδων δορυφόρων φρουρούμενος βασιλεὺς, μεμονωμένος, γυμνὸς καὶ ἄοπλος σὺν τῷ Βασιλείῳ παραγίνεται ἐν ὑπογείοις καὶ καταχθονίοις ἀμειδέσι τόποις, ὥς ποτε Ἰουλιανὸς ὁ παραβάτης, ὑπὸ τοῦ μαθηματικοῦ Ἑβραίου τῷ διαβόλῳ σπονδιζόμενος. Ὢ πῶς ἀπώλετο ἡ σοφία τῶν σοφῶν! ὢ πῶς ἠθέτηται ἡ σύνεσις τῶν συνετῶν! ὢ πῶς οἱ θέλοντες εἶναι σοφοὶ ἐμωράνθησαν! Τί οὖν ὁ μέγας καὶ ἔνδοξος, καὶ φοβερὸς βασιλεύς; Προσκυλινδεῖται τοῖς ποσὶ τοῦ Πύθωνος· χρησμῳδοτίας αἰτεῖται, ὥσπερ ὁ Ἀλέξανδρός ποτε μετὰ Κανδαύλου συμψύχου αὐτοῦ εἰσελθὼν εἰς τὸν Σέραπιν, ὥστε μαθεῖν τὰ ἀποβησόμενα, καὶ ὁρᾷ τινας ἀστράπτοντας ἐκ τῶν ὀφθαλμῶν ἀνακειμένους, ἕνα δὲ λέγοντα αὐτῷ, Χαίροις Ἀλέξανδρε· οἶδάς με τίς εἰμι; Ὁ δέ· Πῶς, κύριε; Ὁ δὲ μάγος· Ἐγώ εἰμι Σεσοὺχ ὁ σεισμοκράτωρ βασιλεύς· οὐ τοσοῦτον δ' εὐτύχησα, ὅσον σύ· καὶ σχεῖς ὄνομα ἀθάνατον. Ὁ δέ· Πῶς κύριε; Ὁ δὲ λέγει· Εἴσελθε ἔνδον, ἵνα θεάσῃ τὸν προστάτην· Εἰσέρχεται Ἀλέξανδρος ἔνδον· ὁρᾷ ὁμίχλην πυραυγῆ, καὶ καθεζόμενον ἐπὶ θρόνου, ὅν ποτε εἶδεν ἐν Ῥακούντιδι προσκυνούμενον βροτοῖς Σέραπιν. Εἶπε δὲ ὁ Ἀλέξανδρος· Κύριε, πόσα ἔτη ζήσομαι; Εἶπε δὲ ὁ Σέραπις· καλὸν μὲν θνητὸν ὄντα μὴ εἰδέναι πότε μέλλει τελευτᾷν· προσδεχόμενος ἐκείνην τὴν ἡμέραν, ἀφ' ἡμέρας ἔμαθεν, ἐτελεύτησε· τὸ δὲ ἐν ἀγνοίᾳ παθεῖν, τοῦτο λήθην παρέχει τὸ μὴ ἔχειν κατὰ γνώμην, εἰ καὶ ὅλως τελευτᾷν.
ιθʹ. Εἶτά φησιν ὁ πολυπράγμων βασιλεὺς τῷ προγνώστῃ καὶ μάντει· Τί ποιήσω, καὶ τί πράξω, ὅπως ἐν εὐζωΐᾳ καὶ εὐημερίᾳ καὶ τροπαιοφόρῳ νίκῃ διαβιῶναί με τὸν ἅπαντά μου χρόνον; Καί φησι πρὸς αὐτὸν ὁ Σαββάτιος· Σὺ μὲν, ὦ βασιλεῦ, ηὐτύχησας, καὶ ὀνομαστὸς ἔσῃ ἐν βασιλεῦσι τῆς γῆς. Εἰ δὲ θέλεις ζωὴν, καὶ ἀγαπᾷς ἡμέρας ἰδεῖν ἀγαθὰς, καὶ κυριεῦσαι ἐθνῶν καὶ βαρβάρων, πᾶσαν τὴν τῶν εἰκόνων ἐξαφάνισον μνήμην τέλεον. Καὶ ἰδοὺ μέλλεις ἐν ὅλοις τριακονταδύο χρόνοις μετὰ τοῦ υἱοῦ σου κυρίου Κωνσταντίνου ἄρχειν καὶ βασιλεύειν, καὶ τοὺς Βουλγάρους καθυποτάξεις, καὶ πήξεις τὴν ῥομφαίαν σου μέσον τῆς Βουλγαρίας, εἰς τὴν χαλκῆν ἅλωνα τῆς αὐλῆς αὐτῶν. Ἀλλ' ὅπερ ποιεῖς, ποίησον τάχιον· μήτε ἄνω ἀφίῃς εἰκόνα, μήτε κάτω.
κʹ. Περιχαρὴς οὖν γενόμενος ὁ βασιλεὺς, τὰ προσταχθέντα ἀνενδυάστως ἐκπληρῶσαι ἐσπούδαζε, μήπως ἡ τῶν λʹ χρόνων ὁροθεσία ὥσπερ ὄρνεον ἐκπετασθὲν, ἐκ τῶν χειρῶν αὐτοῦ διαδράσῃ. Προσκαλεῖται οὖν τὸν προῤῥηθέντα ἀναγνώστην Ἰωάννην, καὶ ἀνατίθεται αὐτῷ τὰ τῆς σκήψεως· ὁ δὲ ἑτοιμότατα φοβηθεὶς τὴν τοῦ βασιλέως κέλευσιν, ποιεῖν τὸ κελευσθὲν ἐπαγγέλλεται. Καὶ δὴ βασιλικῇ χειρὶ τὰς βίβλους πάσας τῶν μοναστηρίων περιαθροίσας, καὶ ἀνερευνήσας τὰς τῶν εἰδώλων ἀπαγορεύσεις, ταύτας προσέῤῥαψαν τῇ σεβασμίᾳ εἰκόνι τοῦ Χριστοῦ· ὡς γὰρ τὸν Βὴλ καὶ ∆αγὼν τὸν Χριστὸν λογιζόμενοι, τούτου καὶ σεπτὰς εἰκόνας κατέκαυσαν. Καὶ δὴ οὐκ ἀναπέπαυται ὁ ἐπισπουδαστὴς βασιλεὺς, ἀλλὰ προσκαλεσάμενος τὸν ἁγιώτατον Νικηφόρον τὸν πατριάρχην, δείκνυσιν αὐτῷ τὰ συλλεγέντα παρὰ τοῦ Ἰωάννου πιττάκια, καὶ μυθικὰ λογίδρια ὡς μειρακίσκων ἀθύρματα. Ὁ δὲ ἁγιώτατος καὶ σοφὸς τῆς Ἐκκλησίας διδάσκαλος, ὥσπερ ἱστὸν ἀράχνης ταῦτα διέλυσε, καὶ τέως μὲν ὁ βασιλεὺς εὐλαβηθεὶς, ἀνακωχὴν ποιεῖται τοῦ σκέμματος. Ὁ δὲ Ἰωάννης δεδιὼς τὸν ἀπὸ τοῦ πατριάρχου ἀφορισμὸν, συμβεβηκυίᾳ δὲ νόσῳ περιτρυχωθεὶς, ἠμελημένην μετάνοιαν ἐξαιτεῖται παρὰ τοῦ πατριάρχου· συγγνώμην αἰτῶν τῆς προπετείας, καὶ τῇ μοναδικῇ προσδραμεῖται μετανοίᾳ· ὅπερ καὶ γέγονεν. Ὁ δὲ βασιλεὺς ἐν ἀπορίᾳ καὶ ἀστοχίᾳ τῶν ἀγωνισμάτων γενόμενος, διενοεῖτο τίνα ἄρα εὑρήσειε συνεργόν· μηνύεται δὲ αὐτῷ τὰ περὶ τοῦ μητροπολίτου Ἀντωνίου ὄντι ἐν τῷ Σιλαίῳ· ὁ δὲ τάχιστα αὐτὸν κελεύει τὰ βασίλεια προσφθάνειν.
καʹ. Καὶ δὴ πρὸς αὐτὸν ὁ βασιλεύς· Συναγώνισαι ἡμῖν, ὦ μητροπολῖτα, εἰς ὃ βουλόμεθα, καὶ πρόεδρόν σε καταστήσω τοῦ πατριαρχικοῦ θρόνου. Ὁ δὲ ἑτοιμότατα τὰ προσταχθέντα ποιεῖν ἐπαγγέλλεται. Γνοὺς δὲ ὁ ἁγιώτατος πατριάρχης Νικηφόρος, προσκαλεσάμενος αὐτὸν, εἶπεν, εἰ ταῦτα οὕτως ἔχει. Ὁ δέ φησι· Μὴ γένοιτο ἡμῖν, ὦ δέσποτα, τοῦτο, μηδέ τι πρᾶξαι· ἀλλὰ καὶ πρὸς πλείονα πληροφορίαν, τοὺς ἰδιοχείρους μου σταυροὺς ὑπογράφω, τῷ τῆς ὀρθοδοξίας λιβέλλῳ ἑπόμενος. Ὅπερ καὶ τάχιον κατὰ παρουσίαν τῶν συνευρεθέντων ἁγιωτάτων μητροπολιτῶν πεποίηκεν, καθὼς καὶ ἐν χειροτονίᾳ αὐτοῦ ταῦτα ὑπέγραψεν· «Ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, Ἀντώνιος ἐλέει Θεοῦ μητροπολίτης Σιλαίου, χειρὶ ἐμῇ ὑπέγραψα· Πιστεύοντες εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον καὶ ζωοποιὸν Τριάδα, τὰς τιμίας ἀσπαζόμεθα εἰκόνας. Οἱ μὴ οὕτω φρονοῦντες ἀνάθεμα ἔστωσαν. Οἱ μὴ οὕτω πιστεύοντες πόῤῥω τῆς Ἐκκλησίας ἐκδιωχθήτωσαν. Αὕτη ἡ πίστις τῶν ἁγίων· αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐφώτισε. Οἱ οὖν τολμῶντες μετὰ ταῦτα ἀνατρέπειν τι τῶν ἐνθέσμων τῇ Ἐκκλησίᾳ παραδεδομένων, ἢ εἰκονικὴν ἀναζωγράφησιν, ἢ σταυροῦ ἐκτύπωμα, εἰ μὲν ἱερεῖς εἰσι, παντάπασι καθαιρείσθωσαν· εἰ δὲ μοναχοὶ ἢ λαϊκοὶ, ἀναθεματιζέσθωσαν.» Ὁ δὲ ταῦτα ἐπισφραγισάμενος, ἐξῄει τοῦ εὐαγοῦς πατριαρχείου. Ὁ δὲ βασιλεὺς ταῦτα πυθόμενος, ἔφησεν ὁ Ἀντώνιος· «Ἐχλευάσαμεν αὐτοὺς, ὦ δέσποτα.» Ὢ τοῦ νέου Μανιχαίου καὶ Περσόφρονος! ὢ τῆς ἀνοίας! ὢ τῆς φρενοβλαβείας! ἐν Χριστιανοῖς Χριστιανίζει· ἐν Ἰουδαίοις Ἰουδαΐζει. Καὶ δὴ προκαθεσθέντες οἱ δύο, Ἰωάννης καὶ Ἀντώνιος, ἐκέρασαν τὸν κρατέρα τῶν αἱρετικῶν πεφαρμακευμένον οἶνον· καὶ δὴ Γραφὰς θεοπνεύστους καὶ ὠφελίμους στρεβλοῦσι κατὰ τὰς ἰδίας ἐπιθυμίας, προβαλλόμενοι ἐπιπλάστους καὶ ψυχοφθόρους διδασκαλίας, εἰδωλά τε τὰς σεβασμίους εἰκόνας βατταρίζοντες.
κβʹ. Ὁ οὖν μέγας ἀρχιερεὺς Νικηφόρος ὁ θεοφάντωρ σύνοδον ἁγίων Πατέρων συναθροίσας τὸν ἀριθμὸν σοʹ, καὶ πάντων τὰς ἱερατικὰς στολὰς ἀμπεχομένων ἐν τῇ μεγάλῃ Σοφίᾳ, τῆς τε πληθύος τῶν ἱερέων καὶ τῶν μοναχῶν τῆς βασιλίδος πόλεως ὁμοῦ συναθροισθέντων, ἀνελθὼν ὁ ἁγιώτατος πατριάρχης ἐν τῷ ἄμβωνι, ἀνεθεμάτισε τὸν αἱρεσιάρχην, τάδε ἀναβοῶν· «Ἀντώνιος τοῦ νέου Ἀρείου, παραπλήσιον Παυλικιανῶν, ἀνάθεμα.» Ὁ λαὸς, «Ἀνάθεμα.» ̔ἁγιώτατος πατριάρχης φησίν· «Ἀντώνιος ὁ νέος Ἄρειος δεδεμένος ἐστὶν ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι, καὶ ἐπὶ τῆς γῆς, ἐκ τῆς ἁγίας ὁμοουσίου καὶ ζωοποιοῦ Τριάδος, ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· ἐκ τοῦ ἁγίου καὶ κορυφαίου τῶν ἀποστόλων Πέτρου, ἐκ τῶν δώδεκα ἀποστόλων, ἐκ τῶν τριακοσίων δεκαοκτὼ Πατέρων, ἐκ τῶν ἁγίων μεγάλων καὶ οἰκουμενικῶν συνόδων, καὶ ἀποστολικῶν θρόνων, καὶ παρ' ἐμοῦ τοῦ χειροτονήσαντος αὐτόν· καὶ οἱ κοινωνοῦντες αὐτῷ πάντες· ὡς Χριστομάχος, ὡς παραβάτης τῶν ἰδιοχείρων σταυρῶν, ὡς ἀποστάτης τῆς ὀρθοδόξου πίστεως, ὡς εἰκονοκλάστης, ὡς εἰδωλολάτρης, ὡς Χριστιανοκατήγορος, ὡς Χριστιανοδιώκτης, ὡς ἱεροκτόνος· τῶν ἱερέων τὸ μῦσος, τῶν πατριαρχῶν ὁ ἐξάγιστος, τὸ βδέλυγμα τῆς ἐρημώσεως, ἡ πρώτη ἀποστασία, ὁ πρόδρομος τοῦ Ἀντιχρίστου, ὁ ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας ὁ ἀποκαλυφθεὶς ἐν τῷ ἐνεστῶτι καιρῷ.» Ταῦτα τὰ ἐγκώμια τοῦ ἐλεεινοῦ Ἀντωνίου.
κγʹ. Τί οὖν ὁ συνεργὸς καὶ συμμέτοχος αὐτοῦ ὁ φερώνυμος πρόδρομος τοῦ Ἀντιχρίστου, οὗ ἐκ τοῦ σώματος ἐκπορεύεται τῆς βλασφημίας κλίβανος πυρός· ὁ ψευδομάντις Βαλαὰμ, ὁ τῆς ἐγγαστριμύθου μύστης; οἱ δύο τῆς ἐναντίας μοίρας ἑκατόνταρχοι, οἱ νέοι Φαραωνιτικοὶ καὶ ἐπαοιδοὶ Ἰαννὴς καὶ Ἰαμβρὴς οἱ μαθηματικοί; τί οὖν ὁ λεόντειον εἶδος ἔχων, λεόντεια βρυχόμενος κατὰ τῆς Ἐκκλησίας; Μιμεῖται τὸν ἀρχηγέτην Λέοντα τῆς αἱρέσεως ταύτης, καὶ ὥσπερ ἐκεῖνος τὸν θεσπέσιον Γερμανὸν, καὶ οὗτος τὸν ἀοίδιμον καὶ ἁγιώτατον Νικηφόρον τοῦ πατριαρχικοῦ θρόνου ἐξωστράκισε, καὶ πάντας τοὺς κατ' αὐτὸν ἁγιωτάτους ἀρχιερεῖς, καὶ μονάζοντας, βασάνοις καὶ ἐξορίαις κατεδίκασε. Τί οὖν; ἐξάγεται Ἰακὼβ ὁ ἠγαπημένος, ἀντεισάγεται Ἡσαῦ ὁ μεμισημένος καὶ πρὸ γενέσεως. Ἀναβαίνουσιν ἀλλαχόθεν οἱ κλέπται καὶ λῃσταὶ εἰς τὴν αὐλὴν τῆς Ἐκκλησίας. Βεβεβήλωται τὸ ἅγιον θυσιαστήριον. Πάλιν οἱ Ἰουδαῖοι χαίρουσι· πάλιν ἀλαλάζουσι μέγα κροτοῦντες τὰς χεῖρας· πάλιν βρενθύουσι καὶ γεγάννυνται κατὰ τοῦ Ναζωραίου Χριστοῦ τοῦ Θεοῦ, ὃν ἐσταύρωσαν, ταῦτα δρώμενα βλέποντες· πάλιν Μωντανισταὶ χώραν ἔλαβον
κδʹ. Τί οὖν Λέων, μέγα ὡς ἐκ δρυμοῦ ὠρυόμενος καὶ μυκώμενος κατὰ τῆς Ἐκκλησίας καὶ κατὰ τοῦ Χριστοῦ, αὐτὸς ταραχῶν καὶ σκανδάλων τὴν εὐδαίμονα πόλιν ἐμπίπλησιν, οἰμωγαί τε καὶ θρῆνοι καὶ δάκρυα καὶ στεναγμοὶ πανταχόθεν διέτρεχον. ∆ιπλοῦς γὰρ ἦν ὁ θάνατος, ψυχῶν τε καὶ σωμάτων· καὶ δὴ τὸν φύλακα καὶ φρουράρχην τῆς αὐτοῦ βασιλείας ἐπαύσατο, εἰπών· Ἀπόστα ἀπ' ἐμοῦ, Ἰησοῦ βασιλεῦ· ὁδούς σου οὐ βουλόμεθα εἰδέναι. Καὶ τούτου τὸν σεβάσμιον χαρακτῆρα τὸν ὄντα ἐν τῇ Χαλκῇ, λίθοις καὶ κόπροις καὶ πηλώδεσι μάζαις, ἐμπτύοντες εἰς τὸ πρόσωπον αὐτοῦ, προσέῤῥιπτον, διαῤῥήξαντες αὐτὸν εἰς τοὔδαφος. Ἰουδαίοις μέν ποτε λίθοις αὐτὸν ὑπέβαλον, Σαμαρείτην καὶ δαιμονῶντα αὐτὸν ἀποκαλοῦντες, αὐτὸς δὲ διὰ μέσου αὐτῶν ἐπορεύετο· οὗτοι δὲ χείρονα τούτων ἔδρασαν. Ὄντως «ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομα αὐτοῦ.» Καὶ γὰρ αὐτὸς ὁ Κύριος τὴν τοῦ Καίσαρος Τιβερίου εἰκόνα ἐν χερσὶ κρατήσας, καὶ εἰρηκὼς,» Τίνος ἡ εἰκὼν καὶ ἐπιγραφὴ αὕτη;» οὐκ ἐνύβρισεν, ἀλλὰ καὶ τὴν ὀφειλὴν ἀπέδωκεν ὡς Καίσαρι, καὶ τὸν κῆνσον ἐτέλεσεν. Ὦ λαὸς ἄνομος, μωρὸς καὶ ἀσύνετος, ἐπὶ τίνα ἀνοίξατε τὸ στόμα, καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; ἀλλ' οἷα πάσχει καὶ νῦν ὁ Λόγος, παρὰ μὲν ἀσεβούντων βλασφημούμενος, καὶ ἀνέχεται τὰ τῆς ὕβρεως· μακρόθυμος γάρ· παρὰ δὲ τῶν εὐσεβῶν εὐφημούμενος, καὶ ἀναβάλλεται τὰ τῆς μακροθυμίας, τοῖς μὲν ἴσως καιρὸν διδοὺς μετανοίας, ἡμῶν δὲ δοκιμάζων τὸν πόθον, εἰ μὴ ἐκκακοῦμεν ἐν ταῖς θλίψεσιν, καὶ τοῖς ὑπὲρ τῆς εὐσεβείας ἀγῶσι. Καὶ μὲν δὴ τούτων πλείονα καὶ θρήνων ἄξια, «δι' ἃ ἦλθεν ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τὸν λαὸν τῆς ἀπειθείας,» ὡς ἀνωτέρω δεδήλωται, καὶ πᾶσιν ἡμῖν πρόδηλα γεγόνασι· λιμοὶ, λοιμοὶ, σεισμοὶ, καταποντισμοὶ, θάνατοι ἐξαίσιοι, πόλεμοι ἐμφύλιοι, ἐθνῶν ἐπαναστάσεις, ἐμπρησμοὶ ἐκκλησιῶν, ἐρημώσεις χωρῶν καὶ πόλεων, αἰχμαλωσίαι λαῶν ὡσεὶ πρόβατα εἰς σφαγὴν πορευόμενα, μέχρις Αἰθιόπων, καὶ Ἰνδῶν, καὶ εἰς Ἀνατολὰς γῆς δοῦλοι καὶ αἰχμάλωτοι, νεάνιδες καὶ παρθένοι, πρεσβύτεροι μετὰ τῶν νεωτέρων· καὶ πᾶσα ἡλικία ἄρδην συντετέλεσται. «Οἱ γὰρ πατέρες, φησὶ, φάγουσι τὸν ὄμφακα, καὶ τὰ τέκνων ὠμοδιάσουσι.» Καὶ πάλιν. «Ἐγὼ, φησὶ Κύριος, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τὰ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς.»
κεʹ. Ἐπεὶ δὲ ἡ θεία τῆς παντοκρατορικῆς δεξιᾶς τοῦ Ὑψίστου μάχαιρα τοῦτον διεχειρίσατο, καὶ ὡς θῆρα μέγαν εἰς τὴν γαλεάγραν αὐτοῦ ἐνέβαλε, καθὼς καὶ ὁ προφήτης λέγει, «Ἰδοὺ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους, λοιμοὺς ἀπὸ τῶν ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ, καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου· καὶ στρώσουσι τὸ κάλλος σου εἰς ἀπώλειαν, καὶ καταβιβάσουσί σε· καὶ ἀποθάνῃ θανάτῳ θαυματιῶν ἐν καρδίᾳ θαλάσσης· μὴ λέγων ἐρεῖς, Θεός εἰμι ἐγὼ ἐνώπιον τῶν ἀναιρούντων σε; Σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ Θεός.» –»Ὑποκάτω σου στρώσουσί σοι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ. Οἱ ἰδόντες σε, θαυμάσονται ἐπὶ σὲ, καὶ ἐροῦσιν· Οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν, ὁ σείων βασιλεῖς, ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον. Τὰς δὲ πόλεις αὐτοῦ καθεῖλε, καὶ τοὺς ἐν ἀπαγωγῇ σου ἔλυσε· πάντες οἱ βασιλεῖς τῆς γῆς ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ. Σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν, ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλῶν ἐκκεκεντημένων καὶ τεθνηκότων μαχαίραις, καταβαινόντων εἰς ᾅδην.» Ἵνα γνῶσι πάντες, ὅτι Κύριος κραταιὸς καὶ ἰσχυρὸς βασιλεὺς, διαλλάσσων βασιλεῖς γῆς· παρ' αὐτῷ σοφία καὶ δύναμις· παρ' αὐτῷ κράτος καὶ ἰσχὺς, ποιῶν ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας ἐξεγείρων, καθιζάνων βασιλεῖς ἐπὶ θρόνων· διαλλάσσων βασιλεῖς, καὶ καρδίας ἀρχόντων γῆς. Ποῦ εἰσιν οἱ ψευδομάντεις καὶ ἀπατεῶνες· Ποῦ εἰσιν οἱ τριάκοντα τροπαιοφόροι χρόνοι τοῦ ἐπιγειόφρονος, καὶ μὴ τὸ πολίτευμα ἔχοντος μετὰ τοῦ ἐπουρανίου βασιλέως;
κςϛʹ. Τί οὖν «ὁ θανατῶν καὶ ζωογονῶν; ὁ κατάγων εἰς ᾅδου, καὶ ἀνάγων; ὁ ταπεινῶν καὶ ἀνυψῶν;» Ἐξήγειρε τῇ βασιλείᾳ αὐτοῦ τὸν φερώνυμον τῆς δυνάμεως αὐτοῦ ἀρχιστράτηγον, Μιχαὴλ τὸν πραότατον καὶ γαληνότατον βασιλέα, χριστομιμήτως λέγοντα· «Τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε· καὶ τοῖς ἐν σκότει, Ἀνακαλύφθητε.» –»Ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, κατοικοῦντας ἐν τάφοις.» Πάντα σύνδεσμον ἀδικίας διαῤῥήσσων, ἀνήγαγεν ἐκ λάκκου ταλαιπωρίας τοὺς ἐν ἀπορίαις καὶ θλίψεσιν, καὶ πικρᾷ δουλείᾳ κατεχομένους· πάσης χαρᾶς καὶ θυμηδίας τὴν Ῥωμαϊκὴν βασιλείαν ἐνέπλησεν· ἔδωκε γὰρ ὁ Κύριος χρηστότητα, καὶ ἡ γῆ ἡ ἀνθηφόρος βλαστάνει τὰ ἀγαθὰ, καὶ τὸν καρπὸν αὐτῆς· ἡ δεξιὰ Κυρίου ἐποίησε δύναμιν· ἡ δεξιὰ Κυρίου ὕψωσε αὐτὸν, καὶ τῷ πλήθει τῆς δόξης αὐτοῦ συνέτριψε τοὺς ὑπεναντίους. Τί οὖν ὁ εἰρηνικώτατος καὶ πραότατος βασιλεύς; Ἐπὶ τὸ αὐτὸ ἐν εἰρήνῃ κεκοίμηται, καὶ ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ· συναντήσεται γὰρ τοῖς ποιοῦσι τὸν ἔλεον ἐν κρίσει· «κατακαυχᾶται καὶ ἔλεος κρίσεως.»
κζʹ. Ἐπεὶ δὲ ὁ ἐγείρων κέρας σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν βραχίονι αὐτοῦ, ἀνέστησεν ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας ἐπὶ τὴν ἑτοιμασίαν τοῦ θρόνου αὐτοῦ, σὲ τὸν μέγαν καὶ φερώνυμον τῆς θεοφιλίας ἄνακτα, ἐν τῇ δυναστείᾳ τῆς σωτηρίας τῆς δεξιᾶς αὐτοῦ. Βασιλείαν κραταιὰν, ἰσχυρὰν, καὶ ἔντιμον ἔδωκεν ἐν τῇ χειρί σου ὁ τῶν ὅλων ∆εσπότης καὶ Κύριος, θεοστήρικτε δέσποτα. Ἔμβλεψον εἰς ἀρχαίας γενεὰς τῶν εὐσεβεστάτων καὶ πιστῶν βασιλέων, πῶς ἡ δόξα καὶ ἡ εὐπρέπεια αὐτῶν ἀτελεύτητος ὑπάρχει. Ἐτάφησαν ἐν εἰρήνῃ, καὶ οἱ τάφοι αὐτῶν, καὶ τὰ ὀστᾶ αὐτῶν ἀναθάλλει ἐκ τοῦ τόπου αὐτῶν, καὶ βασιλεύει αὐτῶν Κύριος, ὅτι αἱ ψυχαὶ αὐτῶν ἐν χειρὶ αὐτοῦ εἰσι. Μίμησαι τὸν εὐσεβῆ καὶ φιλόθεον βασιλέα Κωνσταντῖνον, υἱὸν τῆς μακαρίας Ἑλένης, ἐν ὅλοις λδʹ χρόνοις διαπρέψαντα ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι, πάντα τὰ φῦλα βάρβαρα ὑποπόδιον τῶν ποδῶν αὐτοῦ ὑποτάξας· ὥστε τοσοῦτον ἦν φιλοϊερεὺς καὶ φιλομόναχος ὁ ἀνὴρ οὗτος καὶ θεοφιλὴς, ὅτιπέρ φασιν ἐν μιᾷ κατηγόρων ἐπιδωσάντων πιττάκια κατ' αὐτῶν, ταῦτα μὲν [γὰρ] εὐθὺς καῦσαι, φῆσαι δὲ οὕτως ὁ ἀοίδιμος βασιλεὺς, ὅτιπερ «Ἐὰν εὕρω, φησὶν, ἱερέα ἢ μοναχὸν ἔν τινι παραπτώματι, ἐγὼ αὐτὸς τὴν χλαμύδα μου ἥπλωσα ἂν καὶ ἐσκέπαζον αὐτόν.» Τίς ἄρα θεοσεβέστερος, ἢ φιλάγαθος καὶ συμπαθητικώτερος ἐν βασιλεῦσι τοῦ ἁγίου τούτου;
κηʹ. Ἰχνηλάτησον τὸν μέγαν τῆς εὐσεβείας λαμπτῆρα Θεοδόσιον τὸν εὐσεβῆ βασιλέα, πίστεως ὀρθοδόξου στέμματι κατηγλαϊσμένον· ὥστε τοσοῦτον ἦν καὶ οὗτος φιλόχριστος καὶ φιλομόναχος, ὅτιπερ διὰ τὸν τοῦ τυράννου Μαξιμίνου πόλεμον ἐν τοῖς Ἑσπερίοις μέρεσιν ἐν ἀγωνίᾳ πολλῇ συσχεθεὶς ἐν τῇ τῶν πολεμίων πληθύϊ τριακοσίων χιλιάδων, ἀποστέλλει ἐφ' ἑνὶ τῶν ἐν τῷ ὄρει ὁσιωτάτων μοναχῶν, παρακαλῶν αὐτὸν εἰς εὐχῆς συμμαχίαν ἐπικουρῆσαι αὐτῷ. ∆όνατος δὲ τοὔνομα αὐτῷ. Ὁ δὲ ἁγιώτατος καὶ θεοφόρος μοναχὸς θεόθεν προγνοὺς τὸ μέλλον, ἀποστέλλει αὐτῷ τῷ βασιλεῖ τὸν τρίχινον αὐτοῦ χιτῶνα καὶ τὸ ἐπώμιον, καὶ τὸ κουκούλλιον, καὶ τὴν βακτηρίαν αὐτοῦ. Ὁ δὲ μεγαλόψυχος καὶ εὔελπις βασιλεὺς περιχαρῶς μετὰ πίστεως δεξάμενος ταῦτα, καὶ περιπτυξάμενος, καὶ ταῦτα ἐνδυσάμενος, τὴν δὲ βακτηρίαν ἀντὶ δόρατος κατασχὼν, ἔφιππος γίνεται. Καὶ δή τις θεία ἀγγελικὴ στρατιὰ ἐφ' ἵπποις ἱπτάμενοι ἐφίστανται, καὶ τοὺς πολεμίους ἄρδην ἐν τοῖς βοθύνοις ἐν οἷς ὤρυξαν ἐν παγίδι θηρευτῶν, ἀντιστρεπτικῶς ἐκεῖσε κατέβαλον· τὸν δὲ τύραννον ἐν τῇ μεγάλῃ λαφύρᾳ οἱ σατράπαι ζῶντα χειρωσάμενοι, τοῖς ποσὶ τοῦ βασιλέως προσέφερον. Τί τούτου τοῖς νοῦν ἔχουσιν ὑψηλότερον; ὃς κατηξίωται ἀγγελικὰς στρατιὰς συλλήπτορας αὐτῷ γενέσθαι, οὐχὶ καὶ οὗτος εὐσεβὴς ἦν, προσκυνητὴς τῆς ἁγίας Τριάδος, καὶ τῆς Χριστοῦ εἰκόνος; Ἐρεύνησον, καὶ ἴδε τὰ ἱερὰ αὐτοῦ ἀναθήματα, τὰς ἱερὰς ἐνδυτὰς, τὰ ἱερὰ σκεύη. Ψηλάφησον, καὶ ἴδε τὸν μέγιστον αὐτοῦ δίσκον, εἰς ὅνπερ ἐγκαυστικοῖς καλιεργήμασιν ὁ μυστικὸς τοῦ Χριστοῦ δεῖπνος μετὰ τῶν δώδεκα ἀποστόλων ἐγκεκόλαπτο· ὅνπερ ἱερὸν δίσκον Θεόδωρος ὁ οἰκονόμος τῶν ἁγίων ἀποστόλων, ψηφισθεὶς ἀρχιεπίσκοπος τῆς Συῤῥακουσῶν πόλεως ὑπὸ τοῦ ἀρχιεπισκόπου τῆς βασιλίδος πόλεως· καὶ δὴ οὗτος ὁ Θεόδωρος ποιήσας τὸ ἄθεον αὐτοῦ ἰδιόχειρον, τέθεικεν αὐτὸ ἐν τῷ δίσκῳ· καί φησιν Ἀντώνιος· Εἰ πληροφορεῖς ἡμᾶς, καὶ ὁμόφρων ἡμῶν εἶναι βούλει, πάτησον αὐτὸν τοῖς ποσί σου. Ὁ δὲ τῷ πόθῳ τῆς φιλαρχίας θελγόμενος, ἑτοιμότατα ἀναιδῶς καὶ ἀνερυθριάστως αὐτὸν κατεπάτησεν. Ὢ τῆς ἀνοχῆς καὶ μακροθυμίας Ἰησοῦ Χριστοῦ. Τί οὖν οὐχὶ ὁ Θεὸς ἐπιζητήσει ταῦτα; ναὶ πάντως· ὅτι ἑπτάκις ἐκδεδίκηται Κάϊν, ἐκ δὲ Λάμεχ, ἑβδομηκοντάκις ἑπτά. Οὕτως ἄρα πρέπει τοῖς ἀρχιερεῦσι τῆς βασιλείας τῶν Χριστιανῶν. Τί οὖν ὁ δύστυχος Θεόδωρος; Ἠστόχησε τῆς ἀξίας, θανάτῳ ἀώρῳ δύσθνητος γεγονώς.
κθʹ. Μίμησαι, θεοσεβέστατε δέσποτα, καὶ τοὺς μετέπειτα βασιλεῖς, Ἀρκάδιον καὶ Ὁνώριον καὶ Θεοδόσιον, Λέοντα καὶ Μαρκιανὸν, καὶ τοὺς κατ' αὐτοὺς θεοσεβεῖς βασιλεῖς· πάντες γὰρ ὁμόφρονες καὶ θεόφρονες. Ἄφες τοὺς νενεκρωμένους ἐν ἀσεβείᾳ βασιλεῖς θάψαι, καὶ κλαῦσαι τὰς ἑαυτῶν νενεκρωμένας ψυχάς· οἱ γὰρ τῶν ἀδικουμένων στεναγμοὶ, τῶν ἀδικούντων κόλασις γίνεται. Ἐννόησον καὶ ἴδε τῶν βεβιωκότων βασιλέων καὶ ἀρχόντων τὴν πάροδον, πῶς ὡς ἐνύπνιον ἐκπετασθὲν παρῆλθον. Ὅτε ἐδόκουν εἰς τέλος κατεστηρίχθαι, τότε εἰς τέλος ἀπώλοντο. Ἀσεβῶν γὰρ καταπιπτόντων, δίκαιοι ἔκφοβοι γίνονται. Τί οὖν καὶ σὺ ἀγαθὲ δέσποτα, εἰ καὶ ζῇς, καὶ διαμένεις, καὶ βασιλεύεις ἐν ὅλοις ἑκατὸν ἔτεσιν, οὐχὶ μετὰ ταῦτα ἀποθανεῖς ὡς οἱ πατέρες σου; Μικρὸς καὶ μέγας, οὐκ ἔστι θεράπων οὐ δεδοικὼς τὸν Κύριον αὐτοῦ. Μία γὰρ εἴσοδος εἰς τὸν βίον, ἔξοδος ἴση· οὐδεὶς γὰρ τῶν βασιλέων ἔσχεν ἑτέραν γενέσεως ἀρχήν· ἐπίβλεψον ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν, καὶ μὴ ἐξουδενώσῃς τὴν δέησιν αὐτῶν· οἰκτείρησον τὰς Ἐκκλησίας σου, καὶ πενθοῦντας παραμύθησαι· τοὺς ἐν θλίψει παρακάλεσον. Παῦσον τὰ σχίσματα τῶν Ἐκκλησιῶν· σβέσον τὰ φρυάγματα τῶν κακοδόξων εἰκονοκλαστῶν· τὰς τῶν αἱρέσεων ἐπαναστάσεις ταχέως κατάλυσον ἐν τῇ δυνάμει τῆς δικαίας βασιλείας σου, καὶ τῷ βραχίονι τῆς εὐσεβείας σου. Τοὺς αἰχμαλώτους ἀνακάλεσαι, τοὺς ἐσκορπισμένους ἐπισυνάγαγε, καὶ σύναψον τὴν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν, εἰς ἕνα σύνδεσμον ἀγάπης, εἰς βαθεῖαν εἰρήνην τῆς ὀρθοδόξου καὶ ἀκραιφνεστάτου πίστεως. Ἕως πότε παρὰ πάντων τῶν Χριστιανῶν οἱ Ῥωμαίων παῖδες εἰκονοκλάσται καὶ αἱρετικοὶ ὀνειδίζονται; Ἐξέγειρον τὴν δυναστείαν τῆς εὐσεβείας σου, καὶ οἰκτείρησον τὸν λαόν σου, τὸν διεσκορπισμένον καὶ διεσπαρμένον, ὡς ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Τί τοῦτο τὸ ἐλεεινὸν ὅραμα; ἀκατάπαυστος ὁ θυμὸς τοῦ ἀντιπάλου διαβόλου κατὰ τῆς ἁγίας εἰκόνος τοῦ Σωτῆρος. Ἄσπονδος ὁ πόλεμος τοῦ ἀντικειμένου κατὰ τῆς ἀχράντου μορφῆς τῆς θεομήτορος. Ἀκατάλλακτος ἔχθρα ἡ πρὸς τοὺς ἁγίους Χριστοῦ. Πόσοι βασιλεῖς ἐπολέμησαν τὴν Ἐκκλησίαν; πόσοι τύραννοι κατεδυναστεύσαντο; ἀλλὰ εἰ καὶ μικρὸν παρεχωρήθησαν, ἀλλὰ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.
λʹ. Πολλὰς μὲν γὰρ Γραφικὰς ἀποδείξεις εὐσεβῶν δογμάτων τῶν ἁγίων Πατέρων ἔχοντες γράφειν, οὐ δέον ἐστὶν ἡμᾶς τὴν τῆς βασιλικῆς ἀγχινοίας θεοδίδακτον σοφίαν ἐκβιάζειν· ἀλλὰ, κατὰ τὸν θεῖον λόγον, παρακλητικῶς καὶ εὐμενεστάτως ἐκπληροῦμεν, ἵνα μὴ τῇ ὑποστολῇ τοῦ λόγου, τὸ μὴ εὐδοκιμεῖσθαι κατακριθῶμεν. Οὐδέποτε γὰρ ἡμεῖς καὶ ἐπὶ τῶν προβεβηκότων βασιλέων σεσιωπήκαμεν, νουθετοῦντες, παρακαλοῦντες ὡς κυρίους, ὡς δεσπότας, ὡς πατέρας, ὡς ἀδελφοὺς, ἵνα μὴ Θεὸν ζημιωθῶμεν διὰ τῆς ἡσυχίας. Πρὸς δὲ περισσοτέραν πληροφορίαν καὶ ἀσφαλεστέραν βεβαίωσιν τῆς ὀρθοδόξου πίστεως, καθὼς καὶ ἐξ ἀρχῆς καὶ ἄνωθεν μέχρι τῆς δεῦρο ἡ καθαρὰ καὶ ἄμωμος Χριστιανικωτάτη εὐσέβεια, κατὰ τὰς ἀποστολικὰς καὶ θεοκηρύκτους παραδόσεις ἐν πάσαις ταῖς Ἐκκλησίαις θεοπρεπῶς καὶ εὐσχημόνως καὶ εὐπαρέδρως Κυρίῳ, ἡ τῶν σεπτῶν καὶ σεβασμίων εἰκόνων εὐκοσμία διαλάμπει ἐν ἱστορίαις καὶ μουσουργήμασιν, ἐν τοίχοις καὶ πίναξι καὶ ἱεροῖς σκεύεσι, τιμῇ καὶ σεβασμιότητι ἐπίσης τῷ τύπῳ τοῦ ζωοποιοῦ σταυροῦ, καὶ τῶν θεολέκτων Εὐαγγελίων κατασπαζόμεθα· τὸ σέβας καὶ τιμὴν τοῖς πρωτοτύποις ἀπονέμοντες κατὰ τὸν μέγαν Βασίλειον· ὅτι ἡ τοῦ εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει ..... Πόσῳ μᾶλλον χείρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν δεσποτικὸν Χριστοῦ χαρακτῆρα τοῦ καὶ τὸν σταυρὸν ἁγιάσαντος ἀθετῶν, ἢ ἀπαναινόμενος; ὡς τέλειος ἀποστάτης, καὶ ἀλλότριος τῆς Χριστιανικῆς προσηγορίας, ἔνοχος καὶ ὑπόδικος ἔσται αἰωνίου κατακρίσεως. ∆ιὸ δὴ πρὸς ἀπόδειξιν καὶ βεβαίωσιν τῶν παρ' ἡμῖν δεδογματισμένων θεοπνεύστων λόγων, καὶ τὸν σεβάσμιον χαρακτῆρα τῆς παναγίας θεομήτορος Μαρίας, καὶ τοῦ ἐξ αὐτῆς σαρκωθέντος καὶ νηπιάσαντος Θεοῦ Λόγου, ὡς καύχημα πίστεως καὶ στέφανον κάλλους, καὶ σκῆπτρον βασιλικὸν ἐν τῷ κεφαλαίῳ τῆς ἡμετέρας ὁμολογίας τοῦ θεοκυρώτου τῆς ὀρθοδοξίας ἀκραιφνεστάτου τόμου ἐνετυπώσαμεν, δεικνύντες πρὸς τὴν θεοφόρον ὑμῶν θεοδίδακτον βασιλείαν, τὸ ἔνθεον καὶ οὐράνιον φρόνημα τῆς ὀρθοδόξου πίστεως πάσης ἀνατολικῆς διοικήσεως, κατὰ τὸν θεῖον λόγον· «∆ίδου σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τὸ δέχεσθαι.»
λαʹ. Ἑπόμενοι τῷ ὅρῳ τῶν θεοφόρων Πατέρων τοιάδε πεφρονηκότων καὶ θεσπισάντων κατὰ τὰς ἀποστολικὰς παραδόσεις καὶ τὰ ἀρχαῖα ἔθη τῶν Ἐκκλησιῶν, οὕτως πιστεύοντες εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον καὶ ζωοποιὸν Τριάδα, τὰς τιμίας εἰκόνας ἀσπαζόμεθα οἱ μὴ οὕτω φρονοῦντες, ἀνάθεμα ἔστωσαν· οἱ μὴ οὕτως ὁμολογοῦντες, πόῤῥω τῆς Ἐκκλησίας ἐκδιωχθήτωσαν. Αὕτη ἡ πίστις τῶν ἀποστόλων· αὕτη ἡ πίστις τὴν Ἐκκλησίαν ἐφώτισε· τοὺς οὖν τολμῶντας ἑτέρως φρονεῖν, ἢ ἀνατρέπειν τι τῶν ἐνθέσμως τῇ Ἐκκλησίᾳ παραδεδομένων, ἢ σταυροῦ ἐκτύπωσιν, ἢ εἰκονικὴν ἀναζωγράφησιν, ἢ ἀλλοτιοῦν τῶν ὄντων ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ παραδεδομένων κατὰ τὰ ἀρχαῖα ἔθη τῶν Πατέρων καὶ τῶν εὐσεβῶν καὶ πιστῶν βασιλέων, εἰ μὲν ἱερεῖς εἰσι, παντάπασι καθαιρέσει ὑποβάλλεσθαι καὶ ἀναθεματίζεσθαι, εἰ δὲ μονάζοντες καὶ λαϊκοί εἰσι, τῷ αὐτῷ ἀναθέματι κατακρίνεσθαι, καὶ τῆς θείας κοινωνίας ἀφορίζεσθαι. Ταῦτα ὁρίζομεν τῇ κελεύσει καὶ αὐθεντίᾳ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔθετο πρόσταγμα, καὶ οὐ παρελεύσεται· τοῦ κλείσαντος τὴν ἄβυσσον, καὶ σφραγισαμένου αὐτὴν τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματι αὐτοῦ· εὐλαβείσθω πᾶσα ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ, ὅτι φοβερός ἐστι, καὶ τίς ἀντιστήσεται αὐτῷ; καὶ, «Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος·» ὅτι πᾶσα ἡ πνοὴ καὶ κτίσις ἐν τῇ χειρὶ αὐτοῦ περιείληπται, καὶ ἡ βασιλεία αὐτοῦ, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία αὐτοῦ ἐν πάσῃ γενεᾷ. ∆όξα τῇ παναγίᾳ Τριάδι τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου