οὐ γὰρ ἔστιν ἄλλως εὐπολίτευτον βίον κατορθωθῆναι καὶ σώφρονα, εἰ μή τις φεύγων ὡς ἔχει δυνάμεως τὴν κακίαν διώξειεν ὡς υἱὸς μητέρα τὴν ἀρετήν.
Συναχθέντες τοίνυν καὶ σήμερον, ἵνα Θεοῦ προσταγμάτων ἀκούσωμεν, ἠκροώμεθα τοῦ προφήτου φονεύοντος τὰ μοχθηρὰ τῶν δανεισμάτων τέκνα τοὺς τόκους, ἐξαιροῦντος δὲ τοῦ βίου τὴν ἐπ' ἐργασίᾳ χρῆσιν τῶν νομισμάτων.
Δεξώμεθα δὲ εὐπειθῶς τὸ παράγγελμα, ἵνα μὴ ἡ πέτρα ἐκείνη γενώμεθα, ἐφ' ἣν καταπεσὼν ὁ σπόρος ξηρὸς καὶ ἄγονος ἔμεινεν, μηδὲ λεχθῇ πρὸς ἡμᾶς, ἅ ποτε πρὸς τὸν δυσάγωγον Ἰσραήλ·
Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε.
Παραιτοῦμαι δὲ τοὺς ἀκουσομένους μηδαμῶς θρασύτητός μου ἢ ἀνοίας καταψηφίσασθαι, εἰ ἀνδρὸς λογάδος καὶ ὀνομαστοῦ κατὰ φιλοσοφίαν, πάντων δὲ λόγων ἀσκηθέντος παιδείαν, ἐπὶ τῆς ὑποθέσεως ταύτης εὐδοκιμήσαντος καὶ καταλιπόντος τὸν κατὰ τοκιστῶν λόγον κτῆμα τῷ βίῳ κἀγὼ πρὸς τὴν αὐτὴν ἅμιλλαν καθῆκα ὄνων ἢ βοῶν ἅρμα πρὸς τοὺς στεφανίτας ἵππους ζευξάμενος.
Παραφαίνεται γὰρ ἀεὶ τὰ μικρὰ τοῖς μεγάλοις, καὶ λαμπομένη σελήνη ἡλίου φαίνοντος, πλεούσης δὲ μυριοφόρτου νηὸς καὶ τῇ σφοδρότητι τῶν ἀνέμων ἐλαυνομένης ἐπακολουθεῖ ἡ μικρὰ πορθμὶς τὸν αὐτὸν περαιουμένη βυθόν, ἀνδρῶν δὲ πάλιν ἀγωνιζομένων νόμοις ἀθλητικοῖς ἐγκονίζονται τῷ αὐτῷ καὶ παῖδες.
Ὧδε μὲν οὖν ἐχέτω τῆς συγγνώμης ἡ αἴτησις.
Σὺ δὲ, πρὸς ὃν ὁ λόγος, ὅστις ποτ' ἂν ᾖς,
μίσησον τρόπον καπηλικόν·
ἄνθρωπος ὢν ἀγάπησον ἀνθρώπους καὶ μὴ ἀργύριον.
Στῆσον μέχρι τούτου τὴν ἁμαρτίαν.
Εἰπὲ τοῖς ποτέ σου φιλτάτοις τόκοις τὴν Ἰωάννου τοῦ βαπτιστοῦ φωνήν·
Γεννήματα ἐχιδνῶν, πορεύεσθε ἀπ' ἐμοῦ.
Ὄλεθροι τῶν ἐχόντων ὑμᾶς καὶ λαμβανόντων ἐστέ, τέρπετε πρὸς ὀλίγον, ἀλλὰ χρόνοις ὕστερον ὁ ἀφ' ὑμῶν ἰὸς πικρὸν γίνεται δηλητήριον τῇ ψυχῇ, ἀποφράττετε ζωῆς ὁδόν, κλείετε τῆς βασιλείας τὰς θύρας, μικρὸν τέρψαντες τὴν ὄψιν καὶ τὴν ἀκοὴν περιηχήσαντες αἰωνίου λύπης γίνεσθε πρόξενοι.
Ταῦτα εἰπὼν ἀπόταξαι πλεονασμῷ καὶ τόκοις, σύνταξαι δὲ φιλοπτωχίᾳ.
Καὶ τὸν θέλοντα δανείσασθαι μὴ ἀποστραφῇς.
διὰ πενίαν σε ἱκετεύει καὶ ταῖς θύραις προσκάθηται, ἀπορῶν καταφεύγει πρὸς τὸν σὸν πλοῦτον, ἵνα γένῃ αὐτῷ τῆς χρείας ἐπίκουρος.
Σὺ δὲ τοὐναντίον ποιεῖς·
ὁ σύμμαχος γίνῃ πολέμιος·
οὐ γὰρ αὐτῷ συμπράττεις, ὅπως ἂν καὶ τῆς ἀνάγκης ἐλευθερωθείη τῆς ἐπικειμένης καί σοι ἀποπληρώσῃ τὸ δάνεισμα,
ἀλλὰ σπείρεις τῷ στενουμένῳ κακὰ τὸν γυμνὸν ἐπεκδύων, τὸν τετρωμένον ἐπιτραυματίζων,
φροντίδας ἐπισυνάπτων ταῖς φροντίσι καὶ λύπας τῇ λύπῃ.
Ὁ γὰρ ἔντοκον χρυσίον ὑποδεχόμενος ἀρραβῶνα πενίας λαμβάνει ἐν προσχήματι εὐεργεσίας ὄλεθρον ἐπεισάγων τῇ οἰκίᾳ.
Ὥσπερ γὰρ ὁ πυρεταίνοντι, καιομένῳ παρὰ τῆς θέρμης, δίψῃ δὲ σφοδροτάτῃ συνεχομένῳ καὶ ἠναγκασμένης αἰτοῦντι τὸ πόμα διδοὺς οἶνον δῆθεν ὑπὸ φιλανθρωπίας εὐφραίνει μὲν πρὸς ὀλίγον τὸν κύλικα ἐφελκόμενον, ὀλίγου δὲ χρόνου παρελθόντος σφοδρὸν καὶ δεκαπλασίονα τῷ κάμνοντι τὸν πυρετὸν ἀπεργάζεται, οὕτως ὁ παρέχων πένητι γεννῶντα χρυσὸν οὐ παύει τὴν ἀνάγκην, ἀλλ' ἐπιτείνει τὴν συμφοράν.
Μὴ τοίνυν ζήσῃς μισάνθρωπον βίον ἐν φιλανθρωπίας προσχήματι μηδὲ γένῃ ἰατρὸς ἀνδροφόνος, τὸ πρόσχημα μὲν τοῦ σῴζειν ἔχων διὰ τὸν πλοῦτον ὡς ἐκεῖνος διὰ τὴν τέχνην, τῇ προαιρέσει δὲ κεχρημένος εἰς ἀπώλειαν τοῦ ἑαυτόν σοι καταπιστεύσαντος.
Ἀργὸς καὶ πλεονεκτικὸς βίος ὁ τοῦ τοκίζοντος·
οὐκ οἶδε πόνον γεωργίας, οὐκ ἐπίνοιαν ἐμπορίας,
ἐφ' ἑνὸς δὲ τόπου κάθηται τρέφων ἐπὶ τῆς ἑστίας θηρία.
ἄσπαρτα αὐτῷ βούλεται τὰ πάντα καὶ ἀνήροτα φύεσθαι.
Ἄροτρον ἔχει τὸν κάλαμον, χώραν τὸν χάρτην, σπέρμα τὸ μέλαν, ὑετὸν τὸν χρόνον αὔξοντα αὐτῷ λανθανόντως τὴν τῶν χρημάτων ἐπικαρπίαν, δρέπανόν ἐστιν αὐτῷ ἡ ἀπαίτησις.
Ἅλων ἡ οἰκία, ἐφ' ἧς λεπτύνει τὰς τῶν θλιβομένων οὐσίας, τὰ πάντων ἴδια βλέπει.
Εὔχεται τοῖς ἀνθρώποις ἀνάγκας καὶ συμφοράς,
ἵνα πρὸς αὐτὸν ἠναγκασμένως ἀπέλθωσι.
Μισεῖ τοὺς ἑαυτοῖς ἀρκοῦντας
καὶ τοὺς μὴ δεδανεισμένους ἐχθροὺς ἡγεῖται.
Προσεδρεύει τοῖς δικαστηρίοις,
ἵνα εὕρῃ τὸν στενούμενον τοῖς ἀπαιτηταῖς,
καὶ τοῖς πράκτορσιν ἀκολουθεῖ ὡς ταῖς παρατάξεσι καὶ τοῖς πολέμοις οἱ γῦπες.
Περιφέρει τὸ βαλάντιον καὶ δείκνυσι τοῖς πνιγομένοις τῆς θήρας δέλεαρ, ἵν' ἐκείνῳ διὰ τὴν χρείαν περιχήναντες συγκαταπίωσι τῶν τόκων τὸ ἄγκιστρον.
Καθ' ἡμέραν ἀριθμεῖ τὸ κέρδος καὶ τῆς ἐπιθυμίας οὐκ ἐμπίμπλαται.
Ἄχθεται πρὸς τὸν χρυσὸν τὸν ἐπὶ τῆς οἰκίας ἀποκείμενον, διότι κεῖται ἀργὸς καὶ ἄπρακτος.
Μιμεῖται τοὺς γεωργοὺς τοὺς ἀπὸ τῶν σωρῶν τοῦ θέρους εὐθὺς σπείροντας· ἔλαβεν, ἔδωκεν.
Οὐκ ἀνίησι τὸν ἄθλιον χρυσόν,
ἀλλ' ἐκ χειρῶν εἰς χεῖρας μετάγει.
Βλέπεις γοῦν τὸν πλούσιον καὶ πολύχρυσον πολλάκις μηδὲ ἓν νόμισμα ἔχοντα ἐπὶ τῆς οἰκίας, ἀλλ' ἐν χάρταις τὰς ἐλπίδας, ἐν ὁμολογίαις τὴν ὑπόστασιν, μηδὲν ἔχοντα καὶ πάντα κατέχοντα, πρὸς τοὐναντίον τοῦ ἀποστολικοῦ γράμματος κεχρημένον τῷ βίῳ, πάντα διδόντα τοῖς αἰτήσασιν οὐ διὰ φιλάνθρωπον γνώμην, ἀλλὰ διὰ φιλάργυρον τρόπον.
Αἱρεῖται γὰρ τὴν πρόσκαιρον πενίαν, ἵνα ὡς δοῦλος ἐπίμοχθος ὁ χρυσὸς ἐργασάμενος μετὰ τῶν μισθῶν ἐπανέλθῃ.
Ὁρᾷς, ὅπως ἡ τοῦ μέλλοντος ἐλπὶς κενοῖ τὴν οἰκίαν καὶ ποιεῖ τὸν πολύχρυσον ἀκτήμονα πρόσκαιρον.
Τούτου δὲ τίς ἡ αἰτία;
Ἡ ἐν τῷ χάρτῃ γραφή, ἡ ὁμολογία τοῦ στενωθέντος·
δώσω μετὰ τῆς ἐργασίας, ὑποτελέσω μετὰ τοῦ γινομένου.
Εἶτα, παρακαλῶ, ὁ μὲν χρεώστης καὶ ἄπορος ὢν διὰ τὴν συγγραφὴν πιστεύεται, ὁ δὲ Θεὸς πλούσιος ὢν καὶ ἐπαγγελλόμενος οὐκ ἀκούεται.
Δὸς καὶ ἐγὼ ἀποδώσω, βοᾷ γράψας ἐν εὐαγγελίοις, ἐν χειρογράφῳ δημοσίῳ τῆς οἰκουμένης.
Ὃ τέσσαρες ἔγραψαν εὐαγγελισταὶ ἀνθ' ἑνὸς συμβολαιογράφου, οὗ μάρτυρες πάντες οἱ ἐκ τῶν χρόνων τῆς σωτηρίας Χριστιανοί.
Ἔχεις ὑποθήκην τὸν παράδεισον, ἐνέχυρον ἀξιόπιστον.
Εἰ δὲ καὶ ἐνταῦθα ζητεῖς·
ὅλος ὁ κόσμος τοῦ εὐγνώμονος χρεώστου κτῆμα.
Περιέργασαι σοφῶς τὴν εὐπορίαν τοῦ ζητοῦντος τὴν ἐργασίαν καὶ εὑρήσεις τὸν πλοῦτον·
πᾶσα γῆ χρυσῖτις τοῦ χρεώστου σου κτῆμα, πᾶν μέταλλον ἀργυρίου καὶ χαλκοῦ καὶ τῶν ἑξῆς ὑλῶν τῆς ἐκείνου δεσποτείας μέρος.
Ἀπόβλεψον εἰς τὸν μέγαν οὐρανόν, κατάμαθε τὴν ἄπειρον θάλασσαν, ἱστόρησον τὸ πλάτος τῆς γῆς,
ἀρίθμησον τὰ ἐπ' αὐτῆς τρεφόμενα ζῷα·
πάντα δοῦλα καὶ κτήματα, οὗ σὺ ὡς ἀπόρου καταφρονεῖς.
Σωφρόνησον, ἄνθρωπε·
μὴ καθυβρίσῃς τὸν Θεὸν μηδὲ ἡγήσῃ τῶν τραπεζιτῶν ἀτιμότερον, οἷς ἐγγυωμένοις ἀναμφιβόλως πιστεύεις.
Δὸς ἐγγυητῇ μὴ ἀποθνῄσκοντι, πίστευσον χειρογράφῳ μὴ κλεπτομένῳ μηδὲ σπαρασσομένῳ.
Μὴ ἐπερωτήσῃς τὴν ἐργασίαν, ἀλλὰ δὸς ἀκαπήλευτον τὴν εὐεργεσίαν, καὶ ὄψει σοι τὸν Θεὸν μετὰ προσθήκης ἀποδιδόντα τὴν χάριν.
Ἂν δὲ ξενίζῃ σου τὴν ἀκοὴν ὡς παράδοξος ὁ λόγος, πρόχειρον ἔχω τὴν μαρτυρίαν, ὅτι τοῖς εὐσεβῶς δαπανῶσι καὶ εὐεργετοῦσι πολυπλασιάζων ὁ Θεὸς τὴν ἀμοιβὴν ἀποδίδωσι.
Πέτρου γὰρ ἐρωτῶντος καὶ λέγοντος·
Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι·
τί ἄρα ἔσται ἡμῖν;
Ἀμὴν λέγω ὑμῖν, φησί, Πᾶς, ὅστις ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγρούς, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει.
Ὁρᾷς τὴν φιλοτιμίαν;
βλέπεις τὴν ἀγαθότητα;
Ὁ σφόδρα ἀναίσχυντος δανειστὴς κάμνει, ἵνα διπλασιάσῃ τὸ κεφάλαιον, ὁ Θεὸς δὲ αὐθαιρέτως τῷ μὴ θλίβοντι τὸν ἀδελφὸν τὸ ἑκατονταπλάσιον δίδωσι.
Πείσθητι οὖν τῷ Θεῷ συμβουλεύοντι καὶ λήψῃ τόκους ἀναμαρτήτους.
ἵνα τί μετὰ ἁμαρτίας μερίμναις σαυτὸν ἐκτήκεις τὰς ἡμέρας ἀριθμῶν, τοὺς μῆνας ψηφίζων, τὸ κεφάλαιον ἐννοῶν,
τὰς προσθήκας ὀνειροπολῶν, φοβούμενος τὴν προθεσμίαν, μὴ ἄκαρπος παραγένηται ὡς θέρος χαλαζωθέν;
περιεργάζεται ὁ δανειστὴς τοῦ χρεώστου τὰς πράξεις,
τὰς ἐκδημίας, τὰ κινήματα, τὰς μεταβάσεις, τὰς ἐμπορίας.
Κἂν φήμη τις παραγένηται σκυθρωπή, ὅτι λῃσταῖς ὁ δεῖνα περιέπεσεν ἢ ἔκ τινος περιστάσεως εἰς πενίαν αὐτῷ μετεβλήθη ἡ εὐπορία, κάθηται τὼ χεῖρε συνδήσας, στένει συνεχῶς, ὑποδακρύει πολλά, ἀνελίττει τὸ χειρόγραφον, θρηνεῖ ἐν τοῖς γράμμασι τὸν χρυσὸν προκομίζων τὸ συμβόλαιον ὡς ἱμάτιον υἱοῦ τελευτήσαντος·
ἀπ' ἐκείνου θερμότερον ἐγείρει τὸ πάθος.
ἂν δὲ καὶ ναυτικὸν ᾖ τὸ δάνεισμα, τοῖς αἰγιαλοῖς προσκάθηται, τὰς κινήσεις μεριμνᾷ τῶν ἀνέμων, συνεχῶς διερωτᾷ τοὺς καταίροντας, μή που ναυάγιον ἠκούσθη, μή που πλέοντες ἐκινδύνευσαν·
παχνοῦται τὴν ψυχήν, ὅταν ἀγριαίνουσαν ἴδῃ τὴν θάλασσαν, ὀνείρατα βλέπει, φαντασιοῦται τὴν ψυχὴν ἐκ τῶν λειψάνων τῆς μεθημερινῆς φροντίδος.
Πρὸς δὴ τὸν τοιοῦτον λεκτέον·
παῦσαι, ἄνθρωπε, μερίμνης ἐπικινδύνου, ἀνάπαυσαι ἀπ' ἐλπίδος τηκούσης, μὴ τόκους ζητῶν σαυτῷ τὸ κεφάλαιον διαφθείρῃς.
Παρὰ πένητος ζητεῖς προσόδους καὶ προσθήκας πλούτου παραπλήσιον ποιῶν, ὡς εἴ τις ἀπὸ χώρας αὐχμῷ θερμοτάτῳ ξηρανθείσης λαβεῖν θελήσειε σίτου θημωνιάς, ἢ πλῆθος βοτρύων ἐξ ἀμπέλου μετὰ νέφος χαλαζηφόρον, ἢ τέκνων τόκον ἀπὸ στείρας γαστρός, ἢ γάλακτος τροφὴν ἐξ ἀτόκων γυναικῶν.
Οὐδεὶς ἐγχειρεῖ τοῖς παρὰ φύσιν καὶ ἀδυνάτοις, ἐπεὶ πρὸς τῷ μηδὲν κατορθοῦν προσοφλισκάνει γέλωτα.
Μόνος ὁ Θεὸς παντοδύναμος, ὃς ἐκ τῶν ἀπόρων εὑρίσκει τοὺς πορισμοὺς καὶ τὰ παρ' ἐλπίδα καὶ προσδοκίαν δημιουργεῖ, νῦν μὲν κελεύων πέτρας πηγὴν ἀπορρεῖν, αὖθις δὲ βρέχων ἐξ οὐρανοῦ ἄρτον ἀσυνήθη καὶ ξένον, καὶ πάλιν γλυκαίνων τὴν πικρὰν Μερρὰν ἐπαφῇ ξύλου, καὶ τῆς στείρας Ἐλισάβετ εὔτοκον ποιῶν τὴν γαστέρα καὶ διδοὺς τῇ Ἅννᾳ τὸν Σαμουὴλ καὶ τῇ Μαρίᾳ τὸν ἐν παρθενίᾳ πρωτότοκον.
Ταῦτα μόνης τῆς παντοδυνάμου χειρὸς ἔργα.
Σὺ δὲ χαλκοῦ καὶ χρυσοῦ, τῶν ἀγόνων ὑλῶν, μὴ ζήτει τόκον μηδὲ βιάζου πενίαν τὰ τῶν πλουτούντων ποιεῖν μηδὲ διδόναι πλεονασμοὺς τὸν τὸ κεφάλαιον προσαιτοῦντα.
ἢ γὰρ οὐκ οἶδας, ὡς δάνους χρεία εὐπρόσωπός ἐστιν ἐλέου αἴτησις;
διὸ καὶ ὁ νόμος, τὸ εἰσαγωγικὸν τῆς εὐσεβείας γράμμα, πανταχοῦ ἀπαγορεύει τὸν τόκον·
Ἐὰν δανείσῃς ἀργύριον τῷ ἀδελφῷ σου,
οὐκ ἔσῃ αὐτὸν κατεπείγων.
Καὶ ἡ χάρις τῇ πηγῇ τῆς ἀγαθότητος πλεονάζουσα τῶν ὀφλημάτων νομοθετεῖ τὴν συγχώρησιν, ὅπου μὲν χρηστευομένη καὶ λέγουσα·
Καὶ εἰ δανείζετε, παρ' ὧν ἐλπίζετε ἀπολαβεῖν·
καὶ ἀλλαχοῦ ἐν παραβολῇ τὸν σκληρὸν οἰκέτην πικρῶς κολάζουσα, ὃς τῷ ὁμοδούλῳ προσκυνοῦντι οὐκ ἐπεκλάσθη οὐδὲ ἀφῆκεν ἑκατὸν δηναρίων εὐτελὲς χρέος αὐτὸς τῶν μυρίων ταλάντων λαβὼν τὴν συγχώρησιν.
Ὁ δὲ Σωτὴρ ἡμῶν καὶ τῆς εὐσεβείας διδάσκαλος εὐχῆς κανόνα καὶ τύπον ἀπέριττον τοῖς μαθηταῖς εἰσηγούμενος,
ἓν καὶ τοῦτο τοῖς τῆς ἱκεσίας λόγοις ἐνέθηκεν ὡς μάλιστα δεῖν καὶ πρῶτον ἀρκοῦν δυσωπῆσαι Θεόν·
Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, καθὼς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν.
Πῶς οὖν προσεύξῃ, ὁ τοκογλύφος;
μετὰ ποίου συνειδότος αἴτημα ἀγαθὸν ζητήσεις παρὰ Θεοῦ ὁ πάντα λαμβάνων καὶ μὴ μαθὼν τὸ διδόναι;
Ἢ οὐκ οἶδας, ὅτι ἡ προσευχή σου ὑπόμνησις μισανθρωπίας ἐστίν;
τί συνεχώρησας καὶ συγγνώμην αἰτεῖς;
Τίνα ἠλέησας καὶ καλεῖς τὸν ἐλεήμονα;
Ἂν δὲ καὶ δῷς ἐλεημοσύνην ποτέ, πόθεν δίδως;
Οὐκ ἀπὸ τῆς πικρᾶς σου καὶ μισανθρώπου φορολογίας;
οὐκ ἀπὸ συμφορῶν ἀλλοτρίων δακρύων γέμοντα καὶ στεναγμῶν;
Εἰ ἐγνώριζεν ὁ πένης, πόθεν ὀρέγεις τὴν ἐλεημοσύνην,
οὐκ ἂν ἐδέξατο ὡς ἀδελφικῶν σαρκῶν γεύεσθαι μέλλων
καὶ αἵματος τῶν οἰκείων, εἶπε δ' ἂν πρός σε λόγον γέμοντα σώφρονος παρρησίας·
μή με θρέψῃς, ἄνθρωπε, ἀπὸ δακρύων ἀδελφικῶν, μὴ δῷς ἄρτον πένητι γενόμενον ἀπὸ στεναγμοῦ τῶν συμπτώχων.
Ἀνάλυσον πρὸς τὸν ὁμόφυλον, ὃ κακῶς ἀπῄτησας, κἀγὼ ὁμολογήσω τὴν χάριν.
Τί ὠφελεῖς πολλοὺς πτωχοὺς ποιῶν καὶ ἕνα παραμυθούμενος;
Εἰ μὴ πλῆθος ἦν τοκιστῶν, οὐκ ἂν ἦν τὸ πλῆθος τῶν πενομένων.
Λῦσόν σου τὴν φατρίαν, καὶ πάντες ἕξομεν τὴν αὐτάρκειαν.
Πάντες τῶν τοκιστῶν κατηγοροῦσι, καὶ οὔκ ἐστι τοῦ κακοῦ θεραπεία νόμος προφῆται εὐαγγελισταί.
Οἷα γοῦν ὁ θεσπέσιος Ἀμὼς λέγει·
Ἀκούσατε, οἱ ἐκτρίβοντες εἰς τὸ πρωὶ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἐπὶ τῆς γῆς,
οἱ λέγοντες· πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολήσομεν;
Οὐδὲ γὰρ πατέρες οὕτω χαίρουσιν ἐπὶ τῇ γεννήσει τῶν παίδων ὡς οἱ τοκίζοντες εὐφφαίνονται τῶν μηνῶν πληρουμένων.
Καλοῦσι δὲ τὴν ἁμαρτίαν σεμνοῖς ὀνόμασι φιλάνθρωπον τὸ λῆμμα προσαγρεύοντες κατὰ μίμησιν Ἑλλήνων, οἳ δαίμονάς τινας μισανθρώπους καὶ φονώσας ἀντὶ τῆς ἀληθοῦς κλήσεως Εὐμενίδας προσαγορεύουσι.
Φιλάνθρωπός γε·
οὐ γὰρ ἡ τοῦ τόκου εἰσφορὰ οἴκους ἐκτρίβουσα, πλούτους δαπανῶσα, τοὺς εὖ γεγονότας χεῖρον ζῆν τῶν δούλων παρασκευάζουσα, πρὸς ὀλίγον τέρπουσα ἐν ἀρχαῖς καὶ πικρὸν τὸν εἰς ὕστερον βίον παρασκευάζουσα.
Ὡς γὰρ τὰ πτηνὰ τὰ παρὰ τῶν ὀρνιθευτῶν ἐπιβουλευόμενα ἥδεται ῥαινομένων τῶν σπερμάτων αὐτοῖς καὶ φίλην ποιεῖται καὶ συνήθη διαγωγὴν τὴν ἐν ἐκείνοις τοῖς τόποις, ἐν οἷς δαψιλὴς αὐτοῖς ἡ τροφὴ γίνεται, μικρὸν δὲ ὕστερον ἐνσχεθέντα τοῖς θηράτροις διόλλυται, οὕτως οἱ τὰ ἔντοκα τῶν δανεισμάτων λαμβάνοντες ὀλίγον εὐπορήσαντες χρόνον ὕστερον αὐτῆς τῆς πατρικῆς ἑστίας ἐκπίπτουσιν.
Ἔλεος δὲ ἐξοικεῖ τὰς τῶν μιαρῶν καὶ φιλαργύρων ψυχάς, καὶ βλέποντες αὐτὴν τὴν οἰκίαν τοῦ ὀφείλοντος ὤνιον προκειμένην οὐκ ἐπικλῶνται, ἀλλὰ καὶ μᾶλλον τὴν πρᾶσιν κατεπείγουσι, ἵνα θᾶττον τὸ χρυσίον ὑποδεξάμενοι ἄλλον ἄθλιον δανείσματι καταδήσωσι κατὰ τοὺς σπουδαίους καὶ ἀπλήστους τῶν θηρευτῶν, οἳ μίαν κοιλάδα τοῖς δικτύοις κυκλώσαντες καὶ πάντα τὰ ἐν αὐτῇ σαγηνεύσαντες θηρία πάλιν ἐπὶ τὴν γείτονα φάραγγα μεθιστῶσι τὰς στάλικας καὶ ἀπ' ἐκείνης ἐπὶ τὴν ἄλλην καὶ μέχρι τοσούτου, μέχρις ἂν τὰ ὄρη τῶν θηρευμάτων κενώσωσι.
Ποίοις οὖν ὀφθαλμοῖς ὁ τοιοῦτος ἀναβλέπεις εἰς οὐρανόν;
Πῶς δὲ αἰτεῖς ἄφεσιν ἁμαρτήματος;
Ἢ τάχα ὑπ' ἀναισθησίας καὶ τοῦτο λέγεις εὐχόμενος,
ὅπερ ἐδίδαξεν ὁ Σωτήρ·
Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν;
Ὢ πόσοι διὰ τόκον ἀγχόνης ἥψαντο καὶ ῥεύμασι ποταμῶν ἑαυτοὺς ἐξέδωκαν καὶ κουφότερον ἔκριναν τοῦ δανειστοῦ τὸν θάνατον, ἀφῆκαν δὲ παῖδας ὀρφανοὺς κακὴν μητρυιὰν ἔχοντας τὴν πενίαν.
Οἱ δὲ χρηστοὶ τοκογλύφοι οὐδὲ τότε τῆς ἐρήμου φείδονται οἰκίας, ἀλλ' ἕλκουσι τοὺς κληρονόμους τάχα τὴν σχοῖνον μόνην τοῦ βρόχου κληρονομήσαντας καὶ χρυσίον ἀπαιτοῦσι τοὺς τὸν ἄρτον ἐξ ἐράνου ποριζομένους·
ὀνειδιζόμενοι δέ, ὡς εἰκός, ἐπὶ τῷ θανάτῳ τοῦ χρεωστοῦ καί τινων πρὸς δυσωπίαν μεμνημένων τοῦ βρόχου οὐδὲ ἐγκαλύπτονται πρὸς τὸ δρᾶμα οὔτε πλήττονται τὴν ψυχήν, ἀπὸ πικρᾶς δὲ γνώμης λόγους λέγουσιν ἀναιδεῖς·
καὶ ἠθῶν ἀδίκημα τοῦτο ἡμέτερον, εἰ ὁ κακοδαίμων καὶ ἀγνώμων ἐκεῖνος μοχθηρᾶς γενέσεως λαχὼν τῇ ἀνάγκῃ τῆς εἱμαρμένης πρὸς τὸν βίαιον ἤχθη θάνατον;
Καὶ γὰρ καὶ φιλοσοφοῦσιν οἱ τοκογλύφοι καὶ τῶν μαθηματικῶν Αἰγυπτίων γίνονται μαθηταί, ὅταν δεήσῃ ὑπὲρ τῶν ἐναγῶν αὐτῶν πράξεων καὶ τῶν φόνων ἀπολογήσασθαι.
Λεκτέον οὖν πρὸς ἕνα τῶν τοιούτων·
σὺ ἡ μοχθηρὰ γένεσις, σὺ ἡ κακὴ τῶν ἀστέρων ἀνάγκη·
εἰ γὰρ ἐπεκούφισας τὴν φροντίδα καὶ μέρος μὲν ἀφῆκας τοῦ χρέους, μέρος δὲ ἐκομίσω μετὰ ἀνέσεως, οὐκ ἂν τὴν ἐπίμοχθον ζωὴν ἐμίσησεν οὐδ' ἂν αὐτὸς ἑαυτοῦ ἐγένετο δήμιος.
Ἆρα ποίοις ὀφθαλμοῖς κατὰ τὸν καιρὸν τῆς ἀναστάσεως ὄψει τὸν φονευθέντα;
Ἥξετε γὰρ ἀμφότεροι πρὸς τὸ τοῦ Χριστοῦ βῆμα, ἔνθα οὐ τόκοι ψηφίζονται, ἀλλὰ βίοι κρίνονται.
Τί δὲ λέξεις ἐγκαλούμενος τῷ ἀδεκάστῳ Κριτῇ, ὅταν σοι λέγηται·
εἶχες νόμον προφήτας εὐαγγελικὰ παραγγέλματα·
πάντων ἤκουες ὁμοῦ βοώντων μιᾷ φωνῇ τὴν ἀγάπην, τὴν φιλανθρωπίαν καὶ τῶν μὲν λεγόντων·
Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου, τῶν δέ·
Τὸ ἀργύριον οὐκ ἔδωκεν ἐπὶ τόκῳ, ἄλλων·
Ἐὰν δανείσῃς τῷ ἀδελφῷ σου, οὐκ ἔσῃ αὐτὸν κατεπείγων;
Ματθαῖος δὲ ἐν παραβολαῖς ἔκραξε λέγων δεσποτικὸν λόγον ἀπαγγέλλων·
∆οῦλε πονηρέ, πᾶσαν τὴν ὀφείλην ἐκείνην ἀφῆκά σοι,
ἐπεὶ παρεκάλεσάς με·
οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου,
ὡς καὶ ἐγώ σε ἠλέησα;
Καὶ ὀργισθεὶς ὁ Κύριος παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ.
Τότε σε καταλήψεται ἡ ἀνόνητος μεταμέλεια, στεναγμοὶ δὲ καταλήψονται βαρεῖς καὶ κόλασις ἀπαραίτητος·
οὐδαμοῦ δὲ χρυσὸς βοηθῶν, οὐκ ἄργυρος ἐπαμύνων, πικροτέρα δὲ χολῆς ἡ τῶν τόκων ἀνάδοσις.
Ταῦτα οὐ ῥήματα φοβοῦντα, ἀλλὰ πράγματα ἀληθῆ πρὸ τῆς πείρας τὸ κριτήριον διαμαρτυρόμενα, ἃ φυλάξασθαι τῷ σωφρονοῦντι καλὸν καὶ ᾧ τοῦ μέλλοντος πρόνοια.
Ἵνα δὲ μεταξὺ τῶν τοῦ Θεοῦ κριμάτων καί τι τῶν ἐν τοῖς καθ' ἡμᾶς χρόνοις διηγησάμενος ὠφελήσω τι τοὺς ἀκούοντας, ἀκούσατε τοῦ λόγου, καὶ τάχα οἱ πολλοὶ τὴν ὑπόθεσιν ὡς γνώριμον ἐπιγνώσεσθε.
Ἀνήρ τις ἦν ἐπὶ τῆσδε τῆς πόλεως (οὐκ ἐρῶ δὲ τοὔνομα κωμῳδεῖν ὀνομαστὶ τὸν τελευτήσαντα φυλαττόμενος) τέχνην ἔχων τὰ δανείσματα καὶ τὴν ἐκ τῶν μιαρῶν τόκων ἐπικαρπίαν.
Τῷ πάθει δὲ συνεχόμενος τῆς φιλαργυρίας φειδωλὸς ἦν καὶ περὶ τὴν ἰδίαν δαπάνην (τοιοῦτοι γὰρ οἱ φιλάργυροι) οὐ τράπεζαν αὐτάρκη παρατιθέμενος, οὐχ ἱμάτιον συνεχῶς ἢ κατὰ χρείαν ἀμείβων, οὐ τέκνοις παρέχων τὴν ἀναγκαίαν τοῦ βίου διαγωγήν, οὐ λουτρὸν ταχέως καταλαμβάνων φόβῳ τοῦ μισθοῦ καὶ τῶν τριῶν ὀβολῶν, πάντα δὲ τρόπον ἐπινοῶν, ὅθεν ἂν ἐπὶ τὸ πλέον τὸν ἀριθμὸν προαγάγοι τῶν χρημάτων, οὔτε μὴν ἀξιόπιστόν τινα φύλακα τοῦ βαλαντίου ἐνόμιζεν, οὐ τέκνον, οὐ δοῦλον, οὐ τραπεζίτην, οὐ κλεῖν, οὐ σφραγῖδα, ταῖς δὲ τῶν τοίχων ὀπαῖς τὸ χρυσίον ἐμβάλλων καὶ τὸν πηλὸν ἔξωθεν ἐπαλείφων ἄγνωστον πᾶσιν εἶχεν τὸν θησαυρὸν τόπους ἐκ τόπων ἀμείβων καὶ τοίχους ἐκ τοίχων καὶ τὸ λανθάνειν πάντας σοφιζόμενος εὐμηχάνως.
Ἀθρόον ἀπῆλθε τοῦ βίου οὐδενὶ τῶν οἰκείων ἐξαγορεύσας, ἔνθα ὁ χρυσὸς κατώρυκτο.
Κατωρύχθη μὲν οὖν κἀκεῖνος τὸ κρύψαι κερδάνας·
οἱ δὲ παῖδες αὐτοῦ πάντων ἔσεσθαι τῶν ἐν τῇ πόλει λαμπρότεροι διὰ πλοῦτον ἐλπίσαντες ἠρεύνων πανταχοῦ, παρ' ἀλλήλων διεπυνθάνοντο, τοὺς οἰκέτας ἀνέκρινον, τὰ ἐδάφη τῶν οἴκων ἀνώρυττον, τοὺς τοίχους ὑπεκένουν, τὰς τῶν γειτόνων καὶ γνωρίμων οἰκίας ἐπολυπραγμόνουν, πάντα δὲ λίθον, τὸ τοῦ λόγου, κινήσαντες εὗρον οὐδ' ὀβολόν, διάγουσι δὲ τὸν βίον ἄοικον ἀνέστιοι, πένητες, ἐπαρώμενοι πολλὰ καθ' ἑκάστην τῇ τοῦ πατρὸς ματαιότητι.
Ὁ μὲν δὴ φίλος ὑμῶν καὶ ἑταῖρος, ὦ τοκισταί, τοιοῦτος·
ἀξίως τοῦ τρόπου καταστρέψας τὸν βίον ἀνεμιαῖος χρηματιστής, ὀδύναις καὶ λιμῷ μοχθήσας, συναγαγὼν δὲ κληρονομίαν ἑαυτῷ μὲν τὴν αἰώνιον κόλασιν, τοῖς δὲ ἐξ αὐτοῦ τὴν πενίαν.
Οὐκ ἴστε δὲ ὑμεῖς τίνι ἀθροίζετε ἢ μοχθεῖτε·
αἱ περιστάσεις πολλαί, οἱ συκοφάνται μυρίοι, ἐνεδρευταὶ καὶ λῃσταὶ γῆν διενοχλοῦσι καὶ θάλασσαν.
Ὁρᾶτε, μὴ καὶ τὰς ἁμαρτίας κερδάνητε καὶ τὸν χρυσὸν μὴ κατάσχητε.
Ἀλλ' ἐπαχθὴς ἡμῖν οὗτός ἐστι, φασίν (οἶδα γὰρ ὑμῶν τοὺς ὑπ' ὀδόντα γογγυσμούς), καὶ συνεχῶς ἡμᾶς † στηρίζων ἐπὶ τοῦ βήματος ἐπιβουλεύει τοῖς εὐεργετουμένοις καὶ χρῄζουσιν.
Ἰδοὺ γὰρ οὐκέτι προησόμεθα δάνεισμα·
καὶ πῶς διάζουσιν οἱ στενούμενοι;
Ἄξιοι τῶν πραγμάτων οἱ λόγοι, πρέπουσα ἡ ἀντίρρησις τοῖς τῷ ζόφῳ τῶν χρημάτων ἐσκοτωμένοις·
οὔτε γὰρ τὸ τῆς διανοίας κριτήριον ἔχουσιν ἐρρωμένον ὡς συνιέναι τῶν λεγομένων, πρὸς τοὐναντίον δὲ τῆς συμβουλῆς τῶν νουθετούντων ἀκούουσιν·
ὡς γὰρ ἐμοῦ λέγοντος μὴ χρῆναι δανείζειν, οὕτως ὑπογογγύζοντες ἀπειλοῦσι τοῖς δεομένοις ἀποκλείσειν τὰς θύρας.
ἐγὼ δὲ πρῶτον μὲν τὸ δωρεῖσθαι διακηρύσσω καὶ παραγγέλλω.
Ἔπειτα καὶ τὸ δανείζειν παρακαλῶ (δεύτερον γὰρ εἶδος δωρεᾶς δάνεισμα), ποιεῖν δὲ τοῦτο μὴ μετὰ τόκων μηδὲ πλεονασμῶν, ἀλλὰ καθὼς ἡμῖν ὁ θεῖος διετάξατο λόγος·
ὁμοίως γὰρ ἔνοχος τιμωρίᾳ καὶ ὁ μὴ διδοὺς δάνεισμα καὶ ὁ μετὰ τόκων διδούς, ἐπειδὴ τοῦ μὲν τὸ μισάνθρωπον τοῦ δὲ τὸ καπηλικὸν κατακέκριται.
Οἱ δὲ πρὸς τὴν ἐναντίαν αὐτομολοῦσιν ἀκρότητα εἰς τὸ παντελὲς ἐφέξειν τὴν δόσιν ἐπαγγελλόμενοι.
Ἔστι δὲ τοῦτο ἀναιδὴς ἔνστασις, πρὸς τὸ δίκαιον φιλονεικία μανιώδης, πρὸς θεὸν ἔρις καὶ πόλεμος.
ἢ γὰρ οὐ δώσω, φησίν, ἢ δανείζων ἔντοκον θήσομαι τὸ συνάλλαγμα.
Πρὸς μὲν οὖν τοὺς τοκογλύφους ἱκανῶς ὁ λόγος διηγωνίσατο καὶ αὐτάρκως μοι τὰ τῆς κατηγορίας ὡς ἐν δικαστηρίῳ διήνυσται, καὶ δοίη ὁ Θεὸς αὐτοῖς μεταμέλειαν·
πρὸς δὲ τοὺς προχείρως δανειζομένους καὶ τοῖς ἀγκίστροις τῶν τόκων ῥιψοκινδύνως ἑαυτοὺς περιπείροντας οὐδένα ποιήσομαι λόγον ἀρκεῖν αὐτοῖς κρίνας τὴν συμβουλήν, ἣν ὁ θεσπέσιος πατὴρ ἡμῶν Βασίλειος ἐν τῷ ἰδίῳ συγγράμματι σοφῶς ἐξεπόνησε πλείονα πρὸς τοὺς ἀβούλως δανειζομένους ἢ τοὺς πλεονεκτικῶς δανείζοντας ποιησάμενος λόγον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου