Δευτέρα 20 Μαρτίου 2017

"Κρείσσον υπαίθριος πίστις πολυτελούς ευσεβείας" (αγ. Γρηγ. Θαυματουργού)




« μὲν εἰς θεὸν τὸν ὄντως ὄντα τιμὴ πάντως που καὶ αὐτοῦ τοῦ τιμῶντός ἐστι τιμή, ἡ δὲ εἰς τὸν οὐκ ὄντα θεὸν τιμὴ ἐξ ἐναντίας αὐτοῦ τοῦ τιμῶντός ἐστιν ἀτιμία».
(Ἁγίου Γρηγορίου Θαυματουργοῦ, «Εἰς τὸ οὐδὲν εἴδωλον ἐν κόσμῳ»).
«Εὐσεβείας ἐπὶ πᾶσι φροντιστέον, ἣν μητέρα φασὶ τῶν ἀρετῶν, ὀρθῶς λέγοντες· αὕτη γάρ ἐστιν ἀρχὴ καὶ τελευτὴ τῶν ἀρετῶν. Τὸ εἰδέναι θεὸν καὶ τὴν πάντων συνεκτικήν τε καὶ ποιητικὴν αἰτίαν καὶ ὄψις διδάσκαλος καὶ ὁ φυσικὸς νόμος· ἡ μὲν τοῖς ὁρωμένοις προσβάλλουσα καὶ πεπηγόσιν, ὁ δὲ δι' αὐτῶν τῶν ὁρωμένων καὶ τεταγμένων τὸν ἀρχηγὸν τούτων συλλογιζόμενος. Κρεῖσσον ὑπαίθριος πίστις πολυτελοῦς εὐσεβείας, καὶ τρεῖς συνηγμένοι ἐν ὀνόματι κυρίου πολλῶν ἀρνουμένων θεότητα.
Οὐδὲν οὕτω τῷ θεῷ μεγαλοπρεπές, ὡς λόγος κεκαθαρμένος καὶ ψυχὴ τελεία τοῖς τῆς ἀληθείας δόγμασιν. Μόνον ἀμετάπτωτον ἀγαθὸν καὶ παραμένον ἡ εὐσέβεια. Τὸ γὰρ οὐκ ἐφικτὸν οὐδὲ πιστόν πως διὰ τὸν φθόνον· ψυχαῖς γὰρ βεβήλοις οὐδὲν τῶν καλῶν ἀξιόπιστον».
(Ἁγίου Γρηγορίου Θαυματουργοῦ, Sententiae [ap. Antonium Melissam]) 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου