Παρασκευή 10 Φεβρουαρίου 2017

Περὶ τῆς ἐν Χριστῷ ζωῆς - Λόγος πρῶτος


Λόγος πρῶτος·
ὅτι διὰ τῶν θείων συνίσταται μυστηρίων,
τοῦ βαπτίσματος, τοῦ μύρου
καὶ τῆς θείας κοινωνίας.
1. Ἡ ἐν Χριστῷ ζωὴ φύεται μὲν ἐν τῷδε τῷ βίῳ καὶ τὰς ἀρχὰς ἐντεῦθεν λαμβάνει· τελειοῦται δὲ ἐπὶ τοῦ μέλλοντος, ἐπειδὰν εἰς ἐκείνην ἀφικώμεθα τὴν ἡμέραν. Καὶ οὔτε ὁ βίος οὗτος τελείως δύναται ταύτην ἐνθεῖναι ταῖς τῶν ἀνθρώπων ψυχαῖς, οὔτε ὁ μέλλων μὴ τὰς ἀρχὰς ἐντεῦθεν λαβών. Ἐπὶ μὲν γὰρ τοῦ παρόντος, τὸ σαρκίον ἐπισκοτεῖ, καὶ ἡ ἐκεῖθεν νεφέλη καὶ φθορά, «μὴ δυναμένη τὴν ἀφθαρσίαν κληρονομεῖν»· ὅθεν ὁ Παῦλος τὸ ἀναλῦσαι πρὸς τὸ συνεῖναι Χριστῷ καὶ μάλα ἐνόμισε φέρειν· «ἀναλῦσαι γάρ, φησί, καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρεῖσσον.» Ὅ τε μέλλων οὓς ἂν μὴ τὰς δυνάμεις καὶ τὰς αἰσθήσεις ὧν ἂν δέοι πρὸς τὸν βίον ἐκεῖνον ἔχοντας λάβοι, τούτοις οὐδὲν ἔσται πλέον εἰς εὐδαιμονίαν, ἀλλὰ νεκροὶ καὶ ἄθλιοι τὸν μακάριον ἐκεῖνον καὶ ἀθάνατον οἰκήσουσι κόσμον. Ὁ δὲ λόγος ὅτι τὸ μὲν φῶς ἀνατέλλει, καὶ ὁ ἥλιος καθαρὰν τὴν ἀκτῖνα παρέχει, ὀφθαλμὸν δὲ οὐκ ἔνι τηνικαῦτα πλασθῆναι· καὶ ἡ μὲν τοῦ Πνεύματος εὐωδία δαψιλῶς ἐκχεῖται καὶ τὰ πάντα κατέχει, ὄσφρησιν δὲ οὐκ ἄν τις λάβοι μὴ ἔχων.
2. Καὶ τῶν μὲν μυστηρίων ἔξεστι κοινωνῆσαι τῷ Υἱῷ τοῦ Θεοῦ τοὺς «φίλους» κατὰ τὴν ἡμέραν ἐκείνην, καὶ «ἃ ἤκουσε παρὰ τοῦ Πατρὸς» ἐκεῖνος παρ’ ἐκείνου μαθεῖν αὐτούς, ἀνάγκη δὲ φίλους ὄντας αὐτοῦ καὶ «ὦτα ἔχοντας» ἀφικέσθαι. Οὐ γὰρ ἔστιν ἐνταῦθα φιλίαν συστῆναι καὶ οὖς ἀνοιγῆναι καὶ ἱμάτιον νυμφικὸν κατασκευασθῆναι καὶ τἄλλα ἑτοιμασθῆναι ὧν ἐκείνῳ δεῖ τῷ νυμφῶνι, ἀλλὰ τούτων ἁπάντων ἐργαστήριον οὗτος ὁ βίος· καὶ οἷς οὐκ ἐγένετο ἁπάντων ἐργαστήριον οὗτος ὁ βίος· καὶ οἷς οὐκ ἐγένετο ταῦτα πρὶν ἀπελθεῖν, κοινὸν οὐδὲν εἰς ἐκείνην ἐστὶ τὴν ζωήν. Καὶ μάρτυρες αἱ πέντε παρθένοι καὶ ὁ εἰς τὸν γάμον κληθείς, ἐπεὶ μὴ ἔχοντες ἦλθον, μὴ κτήσασθαι δυνηθέντες μήτε ἔλαιον μήτε ἱμάτιον. Ὅλως δὲ τὸν ἐντὸς «ἄνθρωπον τὸν καινὸν τὸν κατὰ Θεὸν κτιζόμενον» ὁ κόσμος οὗτος ὠδίνει, καὶ πλασθεὶς ἐνταῦθα καὶ μορφωθείς, οὕτω τέλειος εἰς τὸν τέλειον ἐκεῖνον καὶ ἀγήρω τίκτεται κόσμον.
3. Καθάπερ γὰρ τὸ ἔμβρυον, ἕως ἐστὶν ἐν τῷ σκοτεινῷ καὶ νηκτῷ βίῳ, πρὸς τὴν ἐν φωτὶ ζωὴν ἡ φύσις παρασκευάζει, καὶ πλάττεται καθάπερ εἰς κανόνα τὸν ὑποδεξόμενον βίον, τὸν ἴσον τρόπον καὶ τοῖς ἁγίοις συμβαίνει· καὶ τοῦτό ἐστιν ὅπερ ὁ ἀπόστολος ἔφη Παῦλος Γαλάταις γράφων· «Τεκνία μου οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Οὐ μὴν ἀλλὰ τὰ μὲν ἔμβρυα ταυτησὶ τῆς ζωῆς οὐκ ἂν εἰς αἴσθησιν ἔλθοι ποτέ, τοῖς δὲ μακαρίοις πολλαὶ τῶν μελλόντων ἐπὶ τοῦ παρόντος ἐμφάσεις· τὸ δὲ αἴτιον, ὅτι τοῖς μὲν οὐ πάρεστιν οὗτος ὁ βίος, ἀλλ’ ἀκριβῶς ἐστι μέλλων· οὐ γὰρ ἐγένετο ἀκτὶς ἐν τοῖς χωρίοις ἐκείνοις, οὐδὲ τῶν ἄλλων οὐδὲν ἃ τὴν ζωὴν ὑφίστησι ταύτην. Ἐφ’ ἡμῶν δὲ οὐκέτι, ἀλλ’ ὁ μέλλων ἐκεῖνος τῷ παρόντι τούτῳ καθάπερ ἐνεχέθη καὶ ἀνεμίγη· καὶ ὁ ἥλιος ἐκεῖνος καὶ ἡμῖν ἀνέτειλε φιλανθρώπως, καὶ τὸ ὑπερουράνιον μύρον ἐν τοῖς δυσώδεσι χωρίοις ἐξεκενώθη, καὶ «ὁ τῶν ἀγγέλων ἄρτος καὶ τοῖς ἀνθρώποις ἐδόθη».
4. Ὅτι ἐν τῇ παρούσῃ ζωῇ ζῶσιν οἱ ἅγιοι τὴν ἐν Χριστῷ ζωήν. Διὰ ταῦτα τοίνυν, οὐ διατεθῆναι μόνον καὶ παρασκευασθῆναι πρὸς τὴν ζωήν, ἀλλ’ ἤδη καὶ ζῆν κατ’ ἐκείνην καὶ ἐνεργεῖν ἔξεστι τοῖς ἁγίοις ἐν τῷ παρόντι. «Ἐπιλαβοῦ γάρ, φησί, τῆς αἰωνίου ζωῆς», Τιμοθέῳ γράφων ὁ Παῦλος. Καί· «Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Καὶ ὁ θεῖος Ἰγνάτιος· «Ἔστιν ὕδωρ ζῶν καὶ λαλοῦν ἐν ἐμοί»· καὶ πολλῶν τοιούτων ἡ Γραφὴ γέμει.
5. Παρὰ πάντα δὲ ταῦτα, ὅταν αὐτὴ ἡ ζωὴ συνεῖναι μέχρι παντὸς ἐπαγγέληται τοῖς ἁγίοις· «Ἰδοὺ γάρ, φησίν, ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος», τί προσῆκεν ἄλλο λογίζεσθαι; Οὐ γὰρ τὰ σπέρματα τῆς ζωῆς τῇ γῆ παρασχὼν καὶ τὸ πῦρ καὶ τὴν μάχαιραν βαλών, ἀπῆλθεν εὐθὺς τὸ φύσαι καὶ θρέψαι καὶ ἀνάψαι καὶ χρήσασθαι καταλιπὼν τοῖς ἀνθρώποις, ἀλλ’ αὐτὸς πάρεστιν ἀληθῶς «ἐνεργῶν ἐν ἡμῖν τὸ θέλειν καὶ τὸ ἐνεργεῖν», ὁ μακάριος ἔφη Παῦλος· καὶ τὸ πῦρ αὐτὸς ἀνάπτει καὶ προσάγει, καὶ τὴν μάχαιραν αὐτός ἐστιν ὁ κατέχων, καὶ ὅλως «οὔτε ἀξίνη δοξασθήσεται ἄνευ τοῦ αἴροντος αὐτήν»· καὶ οἷς οὐ πάρεστιν ὁ ἀγαθός, γένοιτ’ ἂν οὐδὲν ἀγαθόν.
6. Καίτοι οὐ παρεῖναι τοῖς ἁγίοις ὁ Κύριος ἐπηγγείλατο μόνον, ἀλλὰ καὶ μένειν παρ’ αὐτοῖς, καί, ὃ τούτου μεῖζον, μονὴν ἐν αὐτοῖς ποιῆσαι. Καὶ τί λέγω, ὅπου γε καὶ ἑνοῦσθαι λέγεται αὐτοῖς οὕτω φιλανθρώπως ὥστε ἓν πνεῦμα μετ’ αὐτῶν εἶναι. «Ὁ γὰρ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι», καί· «Ἵνα ἦτε ἓν σῶμα καὶ ἓν πνεῦμα καθὼς ἐγεννήθητε», Παύλου φωνή.
7. Καθάπερ γὰρ ἡ φιλανθρωπία ἄρρητος, καὶ ἡ περὶ τὸ ἡμέτερον γένος ἀγάπη τοῦ Θεοῦ τὸν λόγον τὸν ἀνθρώπινον ὑπερβαίνει καὶ τῇ θείᾳ ἀγαθότητι μόνῃ προσῆκεν, αὕτη γάρ ἐστιν «ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν», τὸν ἴσον τρόπον ἀκόλουθον καὶ τὴν πρὸς τοὺς φιλουμένους ἕνωσιν ὑπὲρ πᾶσαν ἕνωσιν εἶναι ἣν ἄν τις δύναιτο λογίσασθαι, καὶ πρὸς οὐδὲν παράδειγμα φέρειν.
8. Διὰ τοῦτο καὶ πολλῶν ἐδέησε τῇ Γραφῇ παραδειγμάτων, ὥστε δυνηθῆναι τὴν συνάφειαν ἐκείνην μηνῦσαι, ὡς οὐκ ἀρκοῦντος ἑνός. Καὶ νῦν μὲν ἔνοικον καὶ οἰκίαν εἰσάγει, νῦν δὲ ἄμπελον καὶ κλῆμα· καὶ νῦν μὲν γάμον, νῦν δὲ μέλη καὶ κεφαλήν· ὧν οὐδέν ἐστιν ἴσον ἐκείνῃ· οὐ γάρ ἐστι ἀπὸ τούτων τῆς ἀληθείας ἀκριβῶς ἐφικέσθαι. Μάλιστα μὲν γὰρ ἀνάγκη τῇ φιλίᾳ καὶ τὴν συνάφειαν ἀκόλουθον εἶναι· τί δ’ ἂν γένοιτο τῆς θείας ἀγάπης ἴσον;
9. Ἔπειθ’ ὅτι καὶ τὰ μάλιστα συνάφειαν καὶ ἑνότητα δεικνύναι δοκοῦντα, ὁ γάμος ἐστὶ καὶ ἡ τῶν μελῶν πρὸς τὴν κεφαλὴν ἁρμονία· ταῦτα δὲ παμπληθὲς εἴσω πίπτει, καὶ πολλοῦ δεῖ τὰ ὄντα δηλῶσαι. Καὶ γὰρ ὁ μὲν γάμος οὐκ ἂν οὕτω συνάψαι, ὡς ἐν ἀλλήλοις εἶναι καὶ ζῆν τοὺς συναπτομένους, ὅπερ ἐπὶ τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας συμβαίνει· ὅθεν ὁ θεῖος ἀπόστολος, εἰπὼν περὶ τοῦ γάμου «Τὸ μυστήριον τοῦτο μέγα ἐστίν», ἐπήγαγε· «λέγω δὲ εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν»· δεικνὺς οὐ τοῦτον ἀλλ’ ἐκεῖνον τὸν γάμον διὰ θαύματος ἄγων. Τὰ δὲ μέλη συνῆπται μὲν τῇ κεφαλῇ καὶ ζῇ τῷ συνῆφθαι καὶ διαιρεθέντα ἀποθνῄσκει· φαίνεται δὲ καὶ ταῦτα τῷ Χριστῷ συνημμένα μᾶλλον ἢ τῇ ἑαυτῶν κεφαλῇ, καὶ τούτῳ ζῶντα μᾶλλον ἢ τῇ πρὸς αὐτὴν ἁρμονίᾳ.
10. Καὶ τοῦτο δῆλον ἀπὸ μακαρίων μαρτύρων, οἳ τὸ μὲν ὑπέμειναν ἡδέως, τὸ δὲ οὐδὲ ἀκοῦσαι ἠνέσχοντο, καὶ τὴν μὲν κεφαλὴν ἀπέθεντο τὰ μέλη σὺν ἡδονῇ, τοῦ Χριστοῦ δὲ οὐδὲ μέχρι φωνῆς ἐδυνήθησαν ἀποστῆναι. Καὶ οὔπω λέγω τὸ καινότατον. Τί γὰρ ἂν ἄλλο συνάπτοιτο μᾶλλον ἢ αὐτὸ ἑαυτῷ; Ἀλλὰ καὶ αὕτη ἡ ἑνότης τῆς συναφείας ἐκείνης ἔλαττον ἔχει.
11. Ὅτι τῷ Χριστῷ σύνεισιν οἱ ἅγιοι μᾶλλον ἢ ἑαυτοῖς. Τῶν γὰρ πνευμάτων τῶν μακαρίων ἕκαστον, ἔστι μὲν ἓν καὶ ταὐτὸ ἑαυτῷ, συνῆπται δὲ τῷ Σωτῆρι μᾶλλον ἢ ἑαυτῷ· φιλεῖ γὰρ ἐκεῖνον μᾶλλον ἢ ἑαυτό· καὶ μαρτυρήσει τῷ λόγῳ Παῦλος, εὐχόμενος «ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ» ὑπὲρ τῆς σωτηρίας τῶν Ἰουδαίων, ἵνα ἐκείνῳ προσθήκη γένηται δόξης. Εἰ δὲ τὸ τῶν ἀνθρώπων φίλτρον τοσοῦτον, τὸ θεῖον οὐδ’ ἔστι λογίσασθαι. Εἰ γὰρ οἱ πονηροὶ τοσαύτην ἐπεδείξαντο τὴν εὐγνωμοσύνην, τί χρὴ περὶ τῆς ἀγαθότητος ἐκείνης εἰπεῖν; Οὕτω δὲ ὑπερφυοῦς ὄντος τοῦ ἔρωτος, ἀνάγκη καὶ τὴν συνάφειαν πρὸς ἣν συνήλασε τοὺς ἐρῶντας, τὴν διάνοιαν τὴν ἀνθρωπίνην κάτω τιθέναι, ὥστε μηδὲ πρὸς παράδειγμα ἀνενεχθῆναι δυνατὴν εἶναι. Σκοπῶμεν δὲ καὶ τόνδε τὸν τρόπον.
12. Πολλῶν ὄντων οἷς συνεῖναι κατὰ τὸν βίον ἀνάγκη, ἀέρος, φωτός, τροφῆς, ἱματίων, αὐτῶν τῶν ἐν τῇ φύσει δυνάμεων καὶ μελῶν, οὐδενὶ τῶν πάντων ἑκάστοτε καὶ πρὸς ἅπαντα κεχρῆσθαι καὶ συνεῖναι συμβαίνει· ἀλλὰ νῦν μὲν τούτῳ, νῦν δ’ ἐκείνῳ, πρὸς τὴν ἀεὶ παροῦσαν χρείαν, ἄλλοτε ἄλλου βοηθοῦντος. Τὸ γὰρ ἱμάτιον ἐνδυόμεθα μέν, τροφὴ δὲ οὐκ ἂν εἴη, ἀλλὰ τραπέζης δεηθεῖσιν ἄλλο τι ζητεῖν ἀνάγκη· καὶ τὸ μὲν φῶς οὐ δίδωσιν ἀναπνεῦσαι, ὁ δὲ ἀὴρ οὐκ ἂν γένοιτο ἡμῖν ἀντὶ τῆς ἀκτῖνος. Καὶ τῶν αἰσθήσεων δὲ ταῖς ἐνεργείαις καὶ τῶν μελῶν οὐκ ἀεὶ πάρεσμεν οὐδὲ χρώμεθα, ἀλλὰ καὶ ὀφθαλμὸς ἐνίοτε καὶ χεὶρ ἀργός ἐστιν ἀκοῦσαι δεῆσαν· καὶ ἅψασθαι μὲν βουλομένοις ἡ χεὶρ ἀρκέσει, ὀσφρανθῆναι δὲ ἢ ἀκοῦσαι ἢ ἰδεῖν οὐκ ἂν ἔτι, ἀλλὰ ταύτην ἀφέντες εἰς ἄλλην ὁρῶμεν δύναμιν.
13. Ὁ δὲ Σωτὴρ τοῖς ἐν αὐτῷ ζῶσιν οὕτως ἀεὶ καὶ κατὰ πάντα σύνεστι τρόπον, ὥστε πᾶσαν χρείαν παρέχει, κατὰ πάντα σύνεστι τρόπον, ὥστε πᾶσαν χρείαν παρέχει, καὶ πάντα αὐτοῖς ἐστι, καὶ οὐκ ἐᾷ πρὸς ἄλλο τι τῶν πάντων ἰδεῖν οὐδὲ ζητεῖν ἑτέρωθεν οὐδέν· οὐ γάρ ἐστιν οὗ δεηθεῖσιν, ὅπερ οὐκ αὐτός ἐστι τοῖς ἁγίοις. Καὶ γεννᾷ γάρ, καὶ αὔξει, καὶ τρέφει, καὶ φῶς ἐστι καὶ πνοή. Καὶ πλάττει μὲν αὐτοῖς ὀφθαλμόν, ἑαυτῷ· φωτίζει δὲ ἑαυτῷ πάλιν· παρέχει δὲ ὁρᾷν ἑαυτόν. Καὶ τροφεὺς ὤν, καὶ τροφή ἐστι· καὶ αὐτὸς μέν ἐστι ὁ παρέχων «τὸν ἄρτον τῆς ζωῆς», αὐτὸς δέ ἐστιν ὃ παρέχει. Καὶ ζωὴ μέν ἐστι ζῶσιν, ἀναπνέουσι δὲ μύρον, ἱμάτιον δὲ ἐνδύσασθαι βουλομένοις. Καὶ μὴν αὐτὸς μέν ἐστιν ᾧ δυνάμεθα βαδίζειν, αὐτὸς δέ ἐστιν ἡ ὁδός, καὶ πρός γε ἔτι τὸ κατάλυμα τῆς ὁδοῦ καὶ τὸ πέρας. Μέλη ἐσμέν, ἐκεῖνος κεφαλή. Ἀγωνίζεσθαι δέον, συναγωνίζεται· εὐδοκιμοῦσιν, ἀγωνοθέτης ἐστί· νικῶμεν, στέφανος ἐκεῖνος εὐθύς.
14. Οὕτω πανταχόθεν πρὸς ἑαυτὸν ἐπιστρέφει, καὶ οὐκ ἐᾷ προσχεῖν τὸν νοῦν οὐδενὶ τῶν ἄλλων, οὐδὲ λαβεῖν ἔρωτα τῶν ὄντων οὐδενός· κἂν γὰρ ὧδε κινήσωμεν τὴν ἐπιθυμίαν, αὐτὸς ἵστησι καὶ ἀναπαύει· κἂν ἐκεῖσε, πάλιν αὐτός· κἂν ἑτέρωσε, καὶ ταύτην κατέχει τὴν ὁδόν, καὶ παριόντας χειροῦται. «Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ, φησίν· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ’ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χεῖρ σου ὁδηγήσει με καὶ καθέξει με ἡ δεξιά σου»· ἀνάγκῃ τινὶ θαυμαστῇ καὶ φιλανθρώπῳ τυραννίδι, πρὸς ἑαυτὸν μόνον ἕλκων καὶ ἑαυτῷ μόνῳ συνάπτων· καὶ ταύτην εἶναι οἷμαι τὴν ἀνάγκην ᾗ συνήλασε πρὸς τὴν οἰκίαν καὶ τὴν εὐωχίαν οὓς ἐκάλει, τῷ δούλῳ λέγων. «Ἀνάγκασον εἰσελθεῖν, ὅπως γεμισθῇ ὁ οἶκός μου.»
15. Εἶεν. Ὅτι μὲν οὖν ἡ ἐν τῷ Χριστῷ ζωὴ οὐκ ἐπὶ τοῦ μέλλοντος μόνον, ἀλλ’ ἤδη καὶ ἐπὶ τοῦ παρόντος πάρεστι τοῖς ἁγίοις καὶ ζῶσι κατ’ ἐκείνην καὶ ἐνεργοῦσι, φανερὸν ἐκ τῶν εἰρημένων. Ὅθεν δέ ἐστιν οὕτω ζῆσαι καί, ὅ φησι Παῦλος, «ἐν καινότητι ζωῆς περιπατῆσαι», λέγω δὴ τί ποιοῦσιν ὁ Χριστὸς οὕτω συνάπτεται καὶ προσφύεται, καὶ οὐκ οἶδ’ ὅτι καὶ χρὴ καλεῖν, ἑξῆς ἂν εἴη ῥητέον.
16. Τίνα τρόπον ἡ ἐν Χριστῷ ζωὴ συνίσταται ἐν ἡμῖν· ὅτι ἀπὸ τῆς μυήσεως τῶν ἱερῶν μυστηρίων τοῦ βαπτίσματος, τοῦ μύρου καὶ τῆς εὐχαριστίας. Ἔστι τοίνυν τὸ μὲν θεόθεν, τὸ δὲ τῆς ἡμετέρας σπουδῆς· καὶ τὸ μὲν ἐκείνου καθαρῶς ἔργον, τὸ δὲ καὶ ἡμῖν ἔχει φιλοτιμίαν· μᾶλλον δὲ τοσοῦτον παρ’ ἡμῶν εἰσφέρεται μόνον, ὅσον ὑπομεῖναι τὴν χάριν καὶ μὴ προδοῦναι τὸν θησαυρόν, μηδὲ σβέσαι τὴν λαμπάδα ἡμμένην ἤδη· λέγω δὴ μηδὲν ἐπεισαγαγόντας ἐναντίον τῇ ζωῇ καὶ ἃ τὸν θάνατον τίκτει. Πρὸς τοῦτο γὰρ πᾶν ἀνθρώπειον ἀγαθὸν καὶ πᾶσα ἀρετὴ φέρει, μὴ καθ’ ἑαυτοῦ τινὰ τὸ ξίφος ὠθῆσαι, μηδὲ φυγεῖν τὴν εὐδαιμονίαν, καὶ τῆς κεφαλῆς ἀποσείσασθαι τοὺς στεφάνους.
17. Ὡς τήν γε οὐσίαν αὐτὴν τὴν ζωήν, αὐτὸς παρὼν ὁ Χριστὸς ἄρρητόν τινα τρόπον φυτεύει ταῖς ἡμετέραις ψυχαῖς· πάρεστι γὰρ ἀληθῶς καὶ βοηθεῖ ταῖς ἀρχαῖς τῆς ζωῆς αἷς αὐτὸς ἐπιδημήσας παρέσχε· πάρεστι δέ, οὐχ ὥσπερ τὸ πρῶτον, διαίτης καὶ συλλόγων καὶ διατριβῶν ἡμῖν κοινωνῶν, ἀλλ’ ἕτερον ἀμείνω καὶ τελεώτερον τρόπον, καθ’ ὃν σύσσωμοι αὐτῷ γινόμεθα καὶ σύζωοι καὶ μέλη καὶ εἴ τι πρὸς τοῦτο φέρει· καθάπερ γὰρ ἡ φιλανθρωπία ἄφατος, ὅθεν προήχθη τοὺς ἐχθίστους οὕτω φιλήσας, οὕτω μεγίστων ἀξιῶσαι χαρίτων, καὶ ἡ συνάφεια καθ’ ἣν συνέστη τοῖς φιλουμένοις πᾶσαν εἰκόνα καὶ πᾶσαν ἐπωνυμίαν νικᾷ, οὕτω καὶ ὁ τρόπος καθ’ ὃν σύνεστι καὶ εὖ ποιεῖ, θαυμαστὸς καὶ τῷ «θαυμαστὰ ποιοῦντι» μόνῳ προσήκων.
18. Ὡς ἐν συντόμῳ τίς ἡ δύναμις τῶν θείων μυστηρίων. Τὸν γὰρ θάνατον ὃν ἀληθῶς ὑπὲρ τῆς ἡμετέρας ζωῆς ἀπέθανε, συμβόλοις τισὶ καθάπερ ἐν γραφῇ μιμουμένους, πράγμασιν αὐτοῖς ἀνακαινίζει καὶ ἀναπλάττει καὶ τῆς ἑαυτοῦ κοινωνοὺς ποιεῖται ζωῆς. Ἐπὶ γὰρ τῶν μυστηρίων τῶν ἱερῶν τὴν ταφὴν αὐτοῦ γράφοντες καὶ τὸν θάνατον αὐτοῦ καταγγέλλοντες, δι’ αὐτῶν γεννώμεθα καὶ πλαττόμεθα καὶ ὑπερφυῶς συναπτόμεθα τῷ Σωτῆρι. Ταῦτα γάρ ἐστι δι’ ὧν «ἐν αὐτῷ ζῶμεν, ᾗ φησι Παῦλος, καὶ κινούμεθα καί ἐσμεν».
19. Ἐπεὶ τὸ μὲν βάπτισμα τὸ εἶναι δίδωσι καὶ ὅλως ὑποστῆναι κατὰ Χριστόν· τοῦτο γὰρ νεκροὺς καὶ διεφθαρμένους παραλαβόν, εἰς τὴν ζωὴν πρῶτον εἰσάγει. Ἡ δὲ τοῦ μύρου χρίσις τελειοῖ τὸν γεγεννημένον, τῇ τοιᾷδε ζωῇ προσήκουσαν ἐνέργειαν ἐντιθεῖσα. Ἡ δὲ θεία εὐχαριστία τὴν ζωὴν ταύτην καὶ τὴν ὑγείαν συντηρεῖ καὶ συνέχει· τὸ γὰρ σῶσαι τὰ κτηθέντα καὶ διατελέσαι ζῶντας, ὁ τῆς ζωῆς δίδωσιν ἄρτος. Διὰ ταῦτα τούτῳ μὲν τῷ ἄρτῳ ζῶμεν, κινούμεθα δὲ τῷ μύρῳ, ἀπὸ τοῦ λουτροῦ τὸ εἶναι λαβόντες.
20. Καὶ τοῦτον τὸν τρόπον ἐν τῷ Θεῷ ζῶμεν, μετατιθέντες τὸν βίον ἀπὸ τοῦ ὁρωμένου τούτου πρὸς τὸν μὴ βλεπόμενον κόσμον, οὐ τὸν τόπον ἀμείβοντες, ἀλλὰ τὸν βίον καὶ τὴν ζωήν. Οὐ γὰρ αὐτοὶ πρὸς τὸν Θεὸν ἐκινήθημεν οὐδὲ ἀνέβημεν, ἀλλ’ αὐτὸς πρὸς ἡμᾶς ἐλήλυθε καὶ κατέβη. Οὐ γὰρ ἐζητήσαμεν, ἀλλ’ ἐζητήθημεν· ὅτι οὐκ ἐξεζήτησε τὸ πρόβατον τὸν ποιμένα, καὶ ἡ δραχμὴ τὸν οἰκοδεσπότην· ἀλλ’ αὐτὸς ἔκυψεν εἰς τὴν γῆν καὶ εὗρε τὴν εἰκόνα· καὶ ἐπὶ τῶν τόπων ἐγένετο, ἐφ’ οἷς τὸ πρόβατον ἐπλανᾶτο, καὶ ἀνείλετο καὶ τῆς πλάνης ἔστησεν, οὐ μεταστήσας ἐνθένδε, ἀλλὰ μένοντας ἐπὶ τῆς γῆς, καὶ οὐρανίους ἐποίησε· καὶ τὴν ἐν οὐρανῷ ζωὴν ἐνέθηκεν, οὐκ ἀναγαγὼν εἰς τὸν οὐρανόν, ἀλλὰ τὸν οὐρανὸν εἰς ἡμᾶς κλίνας καὶ καταγαγών· «Καὶ γάρ, ὅ φησιν ὁ προφήτης, ἔκλινεν οὐρανοὺς καὶ κατέβη.»
21. Καὶ τοίνυν διὰ τῶν μυστηρίων τούτων τῶν ἱερῶν, ὥσπερ διὰ θυρίδων, εἰς τὸν σκοτεινὸν τοῦτον κόσμον, ὁ ἥλιος εἰσέρχεται τῆς δικαιοσύνης· καὶ θανατοῖ μὲν τὴν σύστοιχον τῷ κόσμῳ τούτῳ ζωήν, ἀνίστησι δὲ τὴν ὑπερκόσμιον· καὶ νικᾷ τὸν κόσμον τὸ φῶς τοῦ κόσμου, ὅπερ αἰνίττεται λέγων· «Ἐγὼ νενίκηκα τὸν κόσμον», ἐν θνητῷ καὶ ῥέοντι σώματι τὴν ἑστῶσαν καὶ ἀθάνατον εἰσάγων ζωήν.
22. Καθάπερ γὰρ ἐν οἰκίᾳ τῆς ἀκτῖνος εἰσελθούσης, ὁ λύχνος οὐκέτι τὰς ὄψεις τῶν ὁρώντων εἰς ἑαυτὸν ἐπιστρέφει, ἀλλ’ ἡ τῆς ἀκτῖνος λαμπρότης ὑπερνικῶσα κατέχει, τὸν ἴσον τρόπον καὶ ἐν τῷδε τῷ βίῳ διὰ τῶν μυστηρίων ἡ τῆς μελλούσης ζωῆς λαμπρότης εἰσερχομένη καὶ ταῖς ψυχαῖς ἐνοικοῦσα, νικᾷ τὴν ἐν σαρκὶ ζωὴν καὶ τὸ κάλλος τοῦ κόσμου τούτου καὶ τὴν λαμπρότητα ἀποκρύπτει.
23. Καὶ αὕτη ἐστὶν ἡ ἐν Πνεύματι ζωή, ἧς ἐπιθυμία πᾶσα σαρκὸς ἡττᾶται κατὰ τὸν Παύλου λόγον· «Πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.» Ταύτην τὴν ὅδον ὁ Κύριος ἔτεμεν εἰς ἡμᾶς ἐρχόμενος, καὶ ταύτην ἀνέωξε τὴν πύλην εἰσελθὼν εἰς τὸν κόσμον· καὶ εἰς τὸν Πατέρα ἀνελθών, οὐκ ἠνέσχετο κλεῖσαι· ἀλλ’ ἐξ ἐκείνου διὰ ταύτης ἐπιδημεῖ τοῖς ἀνθρώποις. Μᾶλλον δὲ πάρεστιν ἀεὶ καὶ μεθ’ ἡμῶν ἐστί, καὶ ἔσται μέχρι παντός, τὰς ἐπαγγελίας σώζων ἐκείνας. πάρεστιν ἀεὶ καὶ μεθ’ ἡμῶν ἐστί, καὶ ἔσται μέχρι παντός, τὰς ἐπαγγελίας σώζων ἐκείνας.
24. Οὐκοῦν «οὐκ ἔστι τοῦτο ἀλλ’ ἢ οἶκος Θεοῦ καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ», ὁ πατριάρχης ἂν εἶπε, δι’ ἧς οὐ μόνον ἄγγελοι καταβαίνουσιν εἰς τὴς γῆν -καὶ γὰρ πάρεισιν ἑκάστῳ τῶν τελουμένων-, ἀλλὰ καὶ αὐτὸς ὁ τῶν ἀγγέλων Δεσπότης. Διὰ τοῦτο καὶ ἡνίκα, τὸ βάπτισμα τὸ ἑαυτοῦ καθάπερ ἐν γραφῇ προχαράττων, τὸ βάπτισμα Ἰωάννου καὶ αὐτὸς ὁ Σωτὴρ ἠνέσχετο βαπτισθῆναι, τὸν οὐρανὸν ἀνέῳξε· δεικνὺς ὅτι τοῦτό ἐστι δι’ οὗ τὸν οὐράνιον ὀψόμεθα χῶρον.
25. Καὶ μὴν καὶ δι’ ὧν ἀπεφήνατο μὴ δύνασθαι εἰσελθεῖν εἰς τὴν ζωήν, τὸν μὴ βαπτισθέντα τοῦτο τὸ λουτρόν, εἴσοδόν τινα αὐτὸ αἰνίττεται εἶναι καὶ πύλην· «Ἀνοίξατέ μοι πύλας δικαιοσύνης», φησὶν ὁ Δαβίδ, ταύτας οἶμαι τὰς πύλας ἀνοιγῆναι ἐπιθυμῶν· τοῦτο γάρ ἐστιν ὃ «πολλοὶ προφῆται καὶ βασιλεῖς ἐπεθύμησαν ἰδεῖν», ἀφικόμενον εἰς τὴν γῆν τὸν τεχνίτην τῶν θυρῶν τούτων. Διὰ τοῦτο καὶ εἰ γένοιτο, φησίν, αὐτῷ τυχεῖν τῆς εἰσόδου καὶ διὰ τούτων ἐλθεῖν τῶν πυλῶν, χάριτας ὁμολογήσειν τῷ Θεῷ τῷ διελόντι τὸ τεῖχος· «Εἰσελθὼν γάρ, φησίν, ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ»· ὡς ἀπὸ τούτων μάλιστα τῶν πυλῶν, εἰς τελεωτάτην ἂν γνῶσιν δυνηθεὶς ἀφικέσθαι, τῆς τοῦ Θεοῦ περὶ τὸ γένος ἀγαθότητος καὶ φιλανθρωπίας.
26. Τί γὰρ ἂν γένοιτο μεῖζον χρηστότητος καὶ φιλανθρωπίας σημεῖον, ἢ λούοντα μὲν ὕδατι ῥύπου τὴν ψυχὴν ἀπαλλάττειν, χρίοντα δὲ μύρῳ βασιλεύειν τὴν ἐν οὐρανοῖς βασιλείαν, ἑστιᾷν δὲ τὸ σῶμα τὸ ἑαυτοῦ καὶ τὸ αἷμα παρατιθέντα; Τό γε μὴ ἀνθρώπους, θεοὺς καὶ υἱοὺς γενέσθαι Θεοῦ, καὶ τὴν φύσιν τὴν ἡμετέραν Θεοῦ τιμῇ τιμηθῆναι, καὶ τὸν χοῦν εἰς τοῦτο δόξης ἀνενεχθῆναι, ὡς ὁμότιμον καὶ ὁμόθεον ἤδη τῇ θείᾳ φύσει γενέσθαι, τίνι γένοιτο ἂν ἴσον; Τίνα δ’ ἂν καινότητος ὑπερβολὴν καταλίποι;
27. Τοῦτο γάρ ἐστιν «ἡ ἀρετὴ τοῦ Θεοῦ, ἥτις ἐκάλυψεν οὐρανούς», οἶμαι, πᾶσαν κτίσιν καὶ πᾶν ἔργον ἀπέκρυψε τοῦ Θεοῦ, τῷ μεγέθει καὶ τῷ κάλλει νικῆσαν. Τῶν γὰρ θείων ἔργων πάντων, οὕτω μὲν πολλῶν ὄντων, οὕτω δὲ καλῶν καὶ μεγάλων, οὐκ ἔστιν οὐδὲν ὃ μὴ τῆς σοφίας τοῦ δημιουργοῦ καὶ τῆς τέχνης ἔλαττον ἔχει· καὶ δύναιτ’ ἂν τῶν ὑπηργμένων καὶ καλλίω καὶ μείζω παράγειν, οὐμενοῦν οὐδ’ ὅσον εἰπεῖν ἐξεῖναι. Εἰ δ’ ἔνεστιν οὕτως ἔργον Θεοῦ γενέσθαι καλόν, οὕτως ἀγαθόν, ὥστε πρὸς τὴν σοφίαν ἐκείνην καὶ τὴν δύναμιν καὶ τὴν τέχνην ἁμιλληθῆναι, καὶ ὡς ἔπος εἰπεῖν πρὸς τὴν ἀπειρίαν ἐξισωθῆναι, καὶ καθάπερ ἴχνος τὸ μέγεθος ἅπαν τῆς θείας ἀγαθότητος ὑποδεῖξαι, τοῦτο οἶμαι εἶναι νικῆσαι. Εἰ γὰρ τοῦτό ἐστιν ἀεὶ τῷ Θεῷ τὸ ἔργον, ἀγαθοῦ μεταδιδόναι, καὶ ὑπὲρ τούτου πάντα ποιεῖ, καὶ τοῦτο τὸ τέλος τῶν τε ἤδη γεγονότων καὶ ἃ γένοιτ’ ἂν τὸν ἔπειτα χρόνον -«χεθῆναι, φησί, τὸ ἀγαθὸν καὶ ὁδεῦσαι»-, ὃ ποιῶν, τοῦ πάντων ὁ Θεὸς μεγίστου μετέδωκεν ἀγαθοῦ, καὶ οὗ μεῖζον οὐκ ἔχει δοῦναι, τοῦτο ἂν εἴη τὸ μέγιστον καὶ κάλλιστον τῆς ἀγαθότητος ἔργον, καὶ ὁ τελευταῖος τῆς χρηστότητος ὅρος.
28. Τοιοῦτον δὲ τὸ τῆς οἰκονομίας ἔργον, ἣ περὶ τῶν ἀνθρώπων ᾠκονομήθη. Ἐνταῦθα γὰρ οὐ μετέδωκεν ἁπλῶς ὁτουοῦν ἀγαθοῦ τῇ φύσει τῶν ἀνθρώπων ὁ Θεός, παρ’ ἑαυτῷ τὰ πλείω τηρήσας, ἀλλ’ αὐτὸ «πᾶν τὸ πλήρωμα τῆς θεότητος», ὅλον αὐτὸν τὸν φυσικὸν ἐνέθηκε πλοῦτον. Διὰ τοῦτο καὶ δικαιοσύνην τοῦ Θεοῦ ἐν τῷ Εὐαγγελίῳ διαφερόντως ἀποκαλύπτεσθαι Παῦλος εἶπεν· εἰ γάρ ἐστί τις ἀρετὴ Θεοῦ καὶ δικαιοσύνη, τοῦτο ἂν εἴη, τὸ πᾶσιν ἀφθόνως τῶν ἀγαθῶν τῶν ἑαυτοῦ μεταδοῦναι, καὶ ἡ τῆς μακαριότητος κοινωνία.
29. Τούτου χάριν τὰ ἱερώτατα μυστήρια, πῦλαι ἂν εἰκότως καλοῖντο δικαιοσύνης, ὅτι ἡ τοῦ Θεοῦ περὶ τὸ γένος ἐσχάτη φιλανθρωπία καὶ ἀγαθότης, ἥτις ἐστὶν ἡ θεία ἀρετὴ καὶ δικαιοσύνη, ταύτας ἡμῖν εἰς τὸν οὐρανὸν ἐποίησε τὰς εἰσόδους.
30. Καὶ μὴν καὶ ἕτερον τρόπον, κρίσει τινὶ καὶ δικαιοσύνῃ, τοῦτο τὸ τρόπαιον ἕστησεν ὁ Κύριος, καὶ ταύτην ἡμῖν ἔδωκε τὴν πύλην καὶ τὴν ὁδόν. Οὐ γὰρ ἥρπασε τοὺς αἰχμαλώτους, ἀλλὰ «λύτρον ἔδωκε» καὶ «ἔδησε τὸν ἰσχυρόν», οὐ τῷ μείζω δύναμιν ἔχειν, ψήφῳ δὲ δικαίᾳ κατακριθέντα· καὶ «ἐβασίλευσεν ἐπὶ τὸν οἶκον Ἰακώβ», ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων τὴν τυραννίδα λύσας, οὐχ ὅτι ἐδύνατο λῦσαι, ἀλλ’ ὅτι λυθῆναι δίκαιον ἦν· καὶ τοῦτο Δαβὶδ ἐμήνυσεν ἐν οἷς εἶπε· «Δικαιοσύνη καὶ κρῖμα ἑτοιμασία τοῦ θρόνου σου.»
31. Οὐ δικαιοσύνη δὲ μόνον ταύτας διεῖλε τὰς πύλας, ἀλλὰ καὶ δικαιοσύνη δι’ αὐτῶν εἰς τὸ ἡμέτερον ἀφίκετο γένος. Ἐπὶ μὲν γὰρ τῶν προτέρων χρόνων, πρὶν ἢ τὸν Θεὸν εἰς τοὺς ἀνθρώπους ἐπιδημῆσαι, οὐκ ἦν εὑρεῖν δικαιοσύνην ἐπὶ τῆς γῆς. Αὐτὸς γὰρ «ἐκ τοῦ οὐρανοῦ διέκυψε» καὶ ἐζήτησεν ὁ Θεός, ὃν λαθεῖν οὐκ ἐνῆν, εἴπερ ὅλως ἦν, καὶ ὅμως οὐχ εὗρε· «Πάντες γάρ, φησίν, ἐξέκλιναν, ἅμα ἠχρειώθησαν οὐκ ἔστι ποιῶν χρηστότητα· οὐκ ἔστιν ἕως ἑνός
32. Ἐπεὶ δὲ «ἡ ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε» «τοῖς ἐν τῷ σκότει τοῦ ψεύδους καὶ τῇ σκιᾷ καθημένοις», τηνικαῦτα καὶ «ἡ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν», ἄρτι πρώτως ἀληθῶς καὶ τελείως τοῖς ἀνθρώποις φανεῖσα· καὶ ἐδικαιώθημεν, πρῶτον μὲν τῶν δεσμῶν καὶ τῆς αἰσχύνης ἀπαλλαγέντες, τοῦ μηδὲν ἠδικηκότος ὑπὲρ ἡμῶν ἀπολογησαμένου, τῷ διὰ σταυροῦ θανάτῳ καθ’ ὃν ἔδωκε δίκην ὑπὲρ ὧν ἡμεῖς ἐτολμήσαμεν· ἔπειτα καὶ φίλοι Θεοῦ καὶ δίκαιοι κατέστημεν διὰ τὸν θάνατον ἐκεῖνον. Οὐ γὰρ ἔλυσε μόνον καὶ τῷ Πατρὶ κατήλλαξεν ἀποθανὼν ὁ Σωτήρ, ἀλλὰ καὶ «ἔδωκεν ἡμῖν ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι», συνάψας μὲν ἑαυτῷ τὴν φύσιν τὴν ἡμετέραν διὰ τῆς σαρκὸς ἣν ἀνείλετο, συνάπτων δὲ ἡμῶν ἕκαστον τῇ ἑαυτοῦ σαρκὶ τῇ δυνάμει τῶν μυστηρίων. Καὶ τοῦτον τὸν τρόπον τὴν ἑαυτοῦ δικαιοσύνην καὶ τὴν ζωὴν ἐν ταῖς ἡμετέραις ἀνατέλλει ψυχαῖς.
33. Οὕτω τὴν ἀληθῆ δικαιοσύνην διὰ τῶν μυστηρίων τῶν ἱερῶν ἐξεγένετο καὶ γνῶναι τοῖς ἀνθρώποις καὶ κατορθῶσαι. Εἰ γὰρ καὶ πολλοὶ δίκαιοι καὶ φίλοι Θεοῦ παρὰ τῇ Γραφῇ, πρὶν ἀφῖχθαι τὸν δικαιοῦντα καὶ διαλλάττοντα, ἐκεῖνα λογίζεσθαι χρή, μάλιστα μὲν ἐν τῇ γενεᾷ αὐτῶν, ἔπειτα καὶ διὰ τὸ μέλλον· ὅτι οἷοί τε ἐγένοντο καὶ παρεσκευάσθησαν ἀνασχούσῃ προσδραμεῖν τῇ δικαιοσύνῃ, καὶ λυθῆναι μὲν τοῦ λύτρου καταβληθέντος, ἰδεῖν δὲ τοῦ φωτὸς φανέντος, ἀναστῆναι δὲ τῶν τύπων, τῆς ἀληθείας ἀναδειχθείσης. Καὶ τοῦτο διήνεγκαν οἱ δίκαιοι τῶν πονηρῶν, ἐν τοῖς αὐτοῖς σχεδὸν ἐκείνοις ὄντες δεσμοῖς καὶ τὴν αὐτὴν ὑφιστάμενοι τυραννίδα, ὅτι οἱ μὲν πρὸς τὸν ἀνδραποδισμὸν ἐκεῖνον καὶ τὴν δουλείαν δυσχερῶς εἶχον, καὶ ηὔχοντο τὸ δεσμωτήριον καταστραφῆναι καὶ τὰ δεσμὰ ἐκεῖνα λυθῆναι, καὶ ἐπεθύμουν πατουμένην ἰδεῖν ὑπὸ τῶν δεδεμένων τὴν τοῦ τυράννου κεφαλήν· τοῖς δὲ οὔτε ἐδόκει δεινὸν οὐδὲν τὰ παρόντα, καὶ ἥδοντο δουλεύοντες. Οἷοι καὶ ἐπὶ τῶν ἡμερῶν ἐκείνων ἐγένοντο τῶν μακαρίων, οἳ τὸν ἥλιον ἐπ’ αὐτῶν ἀνατείλαντα οὔτε ἐδέξαντο, καὶ ἀποσβέσαι ἐπεχείρησαν, οἷς ἐξῆν, δι’ ὧν ᾠήθησαν δυνηθῆναι ἂν ἀφανίσαι τὴν ἀκτῖνα πάντα ποιοῦντες. Ὅθεν καὶ οἱ μὲν ἐλύθησαν τῆς ἐν ἅδου τυραννίδος, τοῦ βασίλεως φανέντος· οἱ δὲ ἔμειναν ἐπὶ τῶν δεσμῶν.
34. Καθάπερ γὰρ ἐπὶ τῶν νοσούντων οἳ τὴν θεραπείαν ἐκ παντὸς τρόπου ζητοῦσι καὶ τὸν ἰατρὸν ἡδέως ὁρῶσι, τῶν μηδὲ εἰδότων ὅτι νοσοῦσι καὶ πρὸς τὰ φάρμακα ἀποπηδώντων ἀμείνους καὶ ἀνεκτοτέρους εἶναι συμβαίνει  -τούτους γὰρ ὁ ἰατρός, οἶμαι, καὶ ὑγιαίνοντας ἤδη προσερεῖ καὶ μήπω ὑγιάσας, εἴ γε μὴ σύνοιδεν ἑαυτῷ τὴν τέχνην τῆς ἀρρωστίας ἐλάττω-, τοῦτον τὸν τρόπον καὶ δικαίους καὶ φίλους ἐνίους ἐπὶ τῶν χρόνων ἐκείνων ἐκάλεσεν ὁ Θεός· τὰ γὰρ παρ’ ἑαυτῶν εἰσέφερον πάντα, καὶ τὴν δυνατὴν ἐπεδείξαντο δικαιοσύνην· ὅπερ λυθῆναι μὲν ἀξίους ἐποίησε τοῦ λῦσαι δυναμένου φανέντος, ἔλυσε δὲ οὐδαμῶς· καίτοι εἰ τοῦτο ἦν ἀληθὴς δικαιοσύνη, καὶ αὐτοὶ ἂν ἦσαν «ἐν εἰρήνῃ» καὶ «ἐν χειρὶ Θεοῦ», Σολομὼν εἶπε, τὸ σῶμα ἀποτιθέμενοι τοῦτο· νῦν δὲ ἀπερχομένους ἐνθένδε ᾅδης ἐξεδέχετο.
35. Τὴν γὰρ ἀληθῆ δικαιοσύνην καὶ τὴν πρὸς Θεὸν ἑταιρείαν, οὐχ ὑπερόριον οὖσαν κατήγαγεν ὁ Δεσπότης ἡμῶν, ἀλλ’ αὐτὸς εἰσήγαγεν εἰς τὸν κόσμον καὶ τὴν φέρουσαν εἰς τὸν οὐρανὸν οὐκ οὖσαν εὗρεν, ἀλλ’ αὐτὸς ἔτεμεν. Εἰ γὰρ ἦν, καὶ ἄλλος ἂν ἔτεμε τῶν προτέρων· νῦν δὲ «οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ Θεοῦ ὁ ὢν ἐν τῷ οὐρανῷ».
36. Ὅπου γὰρ ἄφεσιν ἁμαρτιῶν καὶ δίκης ἀπαλλαγὴν οὐκ ἦν εὑρεῖν πρὸ τοῦ σταυροῦ, τί χρὴ περὶ δικαιοσύνης νομίζειν; Οὐ γὰρ ἦν ἀκόλουθον, οἶμαι, πρὶν καταλλαγῆναι, μετὰ τοῦ χοροῦ τῶν φίλων ἑστάναι, καὶ δεσμὰ περικειμένους ἔτι ἐστεφανωμένους ἀνακηρύττεσθαι. Ὅλως δὲ εἰ τὸ πᾶν ἤνυσεν ὁ ἀμνὸς ἐκεῖνος, τί τῶν δευτέρων ἔδει τούτων; Τῶν γὰρ τύπων καὶ τῶν εἰκόνων τὴν ζητουμένην εὐδαιμονίαν εἰσενεγκάντων, μάτην ἡ ἀλήθεια καὶ τὰ πράγματα. Τό γε μὴν διὰ τοῦ θανάτου τοῦ Χριστοῦ τὴν ἔχθραν καταλυθῆναι καὶ τὸ μεσότοιχον ἐκ μέσου γενέσθαι καὶ εἰρήνην καὶ δικαιοσύνην ἐπὶ τῶν τοῦ Σωτῆρος ἡμερῶν ἀνατεῖλαι καὶ πάντα ταῦτα, τίνα ἂν ἔτι χώραν ἔχοι, εἰ φίλοι Θεοῦ καὶ δίκαιοι πρὸ τῆς θυσίας ἦσαν ἐκείνης;
37. Τεκμήριον δὲ κἀκεῖνο· τότε μὲν γὰρ νόμος ἡμᾶς τῷ Θέῳ συνῆπτε· νῦν δέ, πίστις καὶ χάρις, καὶ εἴ τι τούτων ἔχεται. Δῆλον γὰρ ἐντεῦθεν, τηνικαῦτα μὲν δουλείαν, νῦν δὲ υἱότητα καὶ φιλίαν τὴν τῶν ἀνθρώπων πρὸς Θεὸν κοινωνίαν εἶναι· ὁ μὲν γὰρ νόμος τοῖς δούλοις, φίλων δὲ καὶ υἱῶν ἡ χάρις καὶ ἡ πίστις καὶ τὸ θαρρεῖν.
38. Ἐξ ὧν ἁπάντων γίνεται δῆλον, ὥσπερ «πρωτότοκος τῶν νεκρῶν» ὁ Σωτὴρ καὶ οὐκ ἦν ἀναβιῶναι τῶν τεθνηκότων οὐδένα τὴν ἀθάνατον ζωὴν μὴ ἀναστάντος ἐκείνου, τὸν ἴσον τρόπον καὶ πρὸς τὴν ἁγιωσύνην καὶ δικαιοσύνην τοῖς ἀνθρώποις, αὐτὸς ἡγήσατο μόνος· καὶ τοῦτο Παῦλος ἔδειξε γράφων «πρόδρομον ὑπὲρ ἡμῶν εἰς τὰ ἅγια, τὸν Χριστὸν εἰσεληλυθέναι».
39. Εἰσῆλθε γὰρ εἰς τὰ ἅγια ἑαυτὸν ἀνενεγκὼν τῷ Πατρί, καὶ τοὺς βουλομένους εἰσάγει τῆς ταφῆς αὐτῷ κοινωνοῦντας, οὐκ ἀποθνήσκοντας ὥσπερ ἐκεῖνος, ἀλλ’ ἐπὶ τοῦ λουτροῦ τὸν θάνατον ἐπιδεικνυμένους ἐκεῖνον, καὶ ἐπὶ τῆς τραπέζης καταγγέλλοντας τῆς ἱερᾶς, καὶ χριομένους καὶ εὐωχουμένους ἄρρητόν τινα τρόπον αὐτὸν τὸν νεκρωθέντα καὶ ἀναστάντα. Καὶ οὕτω διὰ τῶν πυλῶν τούτων εἰσαγαγών, εἰς τὴν βασιλείαν καὶ τοὺς στεφάνους ἡγεῖται.
40. Αὗται αἱ πύλαι τῶν τοῦ παραδείσου πυλῶν πολλῷ σεμνότεραι καὶ λυσιτελέστεραι. Αἱ μὲν γάρ, οὐκ ἂν ἀνοιγεῖεν οὐδενί, μὴ διὰ τούτων εἰσελθόντι πρότερον τῶν πυλῶν· αἱ δὲ κεκλεισμένων ἐκείνων ἠνοίγησαν. Καὶ αἱ μὲν καὶ ἐδύναντο ἐξάγειν τοὺς ἔνδον· αἱ δὲ εἰσάγουσι μόνον, ἐξάγουσι δὲ οὐδένα. Καὶ τὰς μὲν καὶ κλεισθῆναι δυνατὸν ἦν, καί γε ἐκλείσθησαν· ἐπὶ δὲ τούτων παντάπασι τὸ παραπέτασμα καὶ τὸ μεσότοιχον ἐλύθη καὶ ἀνῃρέθη.
41. Καὶ οὐκ ἔνεστιν ἔτι φραγμὸν ἀναστῆναι καὶ πύλας ἐναρμοσθῆναι καὶ τοὺς κόσμους ἀλλήλων τειχίῳ διαιρεθῆναι. Οὐ γὰρ ἀνεῴγασιν ἁπλῶς μόνον, ἀλλ’ «ἐσχίσθησαν οἱ οὐρανοί», ὁ θαυμάσιος ἔφη Μάρκος, δεικνὺς ὡς οὐκέτι θύρα καὶ παραστάδες, οὐδὲ παραπέτασμα οὐδὲν ὑπελείφθη. Ὁ γὰρ καταλλάξας καὶ συνάψας καὶ εἰρηνοποιήσας τὸν ἄνω κόσμον τοῖς κάτω, καὶ «τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας», «οὐ δύναται ἀρνήσασθαι ἑαυτόν», ὁ μακάριος ἔφη Παῦλος. Τὰς μὲν γὰρ πύλας ἐκείνας διὰ τὸν Ἀδὰμ ἀνεῳγυίας, ἐκείνου μὴ μείναντος ἐφ’ οἷς ἔδει μένειν, καὶ κλεισθῆναι δήπουθεν εἰκὸς ἦν. Ταύτας δὲ ὁ Χριστὸς αὐτὸς ἀνέωξεν, ὃς «ἁμαρτίαν οὐκ ἐποίησεν» οὐδὲ δύναται ἁμαρτάνειν· «ἡ γὰρ δικαιοσύνη αὐτοῦ, φησί, μένει εἰς τὸν αἰῶνα»· ὅθεν ἀνάγκη πᾶσα μένειν ἀνεωγμένας, καὶ πρὸς μὲν τὴν ζωὴν εἰσάγειν, ἀπὸ δὲ τῆς ζωῆς ἔξοδον οὐδενὶ παρέχειν. «Ἦλθον γάρ, φησὶν ὁ Σωτήρ, ἵνα ζωὴν ἔχωσι.»
42. Τοῦτο γάρ ἐστιν ἡ ζωὴ ἣν ὁ Κύριος ἧκε φέρων· τὸ διὰ τῶν μυστηρίων τούτων ἐλθόντας, μετασχεῖν αὐτῷ τοῦ θανάτου καὶ κοινωνῆσαι τοῦ πάθους, καὶ τούτου χωρὶς τὸν θάνατον οὐκ ἔνι διαφυγεῖν. Οὔτε γὰρ μὴ βαπτισθέντα ἐν ὕδατι καὶ Πνεύματι δυνατὸν εἰς τὴν ζωὴν εἰσελθεῖν· οὔτε «οἱ μὴ φαγόντες τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πιόντες αὐτοῦ τὸ αἷμα, δύνανται ζωὴν ἐν ἑαυτοῖς ἔχειν». Καὶ σκοπῶμεν ἄνωθεν.
43. Τίς ἡ αἰτία, δι’ ἣν τὰ μυστήρια δύνανται μόνα τὴν ἐν Χριστῷ ζωὴν ἐντιθέναι ταῖς τῶν ἀνθρώπων ψυχαῖς. Ζῆσαι μὲν γὰρ οὐκ ἦν τῷ Θεῷ μὴ ταῖς ἁμαρτίαις ἀποθανόντας· ἀποκτεῖναι δὲ δυνηθῆναι τὴν ἁμαρτίαν μόνου Θεοῦ. Τοῖς γὰρ ἀνθρώποις ὠφείλετο μέν· δίκαιοι γὰρ ἦμεν ἑκόντες ἡττηθέντες, ἀναπαλαίσασθαι τὴν ἧτταν· οὐκ ἐνῆν δὲ οὐδ’ ἐγγύς, δούλοις ἤδη γενομένοις τῆς ἁμαρτίας· πῶς γὰρ ἂν ἐγενόμεθα κρείττους ᾗ δουλεύοντες ἦμεν; ἦ γὰρ ἂν καὶ μείζους ἦμεν, «οὐκ ἔστι δὲ δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ». Ἐπεὶ τοίνυν ὁ μὲν τὸ χρέος τοῦτο καταβαλεῖν καὶ τὴν νίκην ἄρασθαι ταύτην δίκαιος ὤν, ἀνδράποδον ἦν ὧν ἔδει τῷ πολέμῳ κρατεῖν· ὁ δὲ Θεὸς ᾧ ταῦτα ἐξῆν οὐδενὸς ὑπόχρεως ἦν, καὶ διὰ ταῦτα τὸν ἀγῶνα οὐδέτερος ἀνῃρεῖτο, καὶ ἡ ἁμαρτία ἔζη, καὶ ἦν ἀμήχανον ἤδη τὴν ἀληθινὴν ζωὴν ἡμῖν ἀνατεῖλαι—τὸ τρόπαιον ἄλλου μὲν ὀφείλοντος, ἄλλου δὲ δυναμένου—, τούτων ἕνεκα συνελθεῖν ἐδέησε τοῦτο κἀκεῖνο, καὶ ἕνα καὶ τὸν αὐτὸν ἀμφοτέρας εἶναι τὰς φύσεις, τοῦ τε προσήκοντος τῷ πολέμῳ καὶ ἐδύνατο νικῆσαι.
44. Γίνεται τοίνυν. Καὶ Θεὸς μὲν οἰκειοῦται τὸν ὑπὲρ τῶν ἀνθρώπων ἀγῶνα· ἄνθρωπος γάρ· ἄνθρωπος δὲ νικᾷ τὴν ἁμαρτίαν, καθαρὸς ὢν ἁμαρτίας ἁπάσης, Θεὸς γὰρ ἦν. Καὶ τοῦτον τὸν τρόπον ἡ φύσις τῶν ὀνειδῶν ἀπαλλάττεται, καὶ ἀναδεῖται νίκης στεφάνῳ, τῆς ἁμαρτίας πεσούσης.
45. Οὔπω δὲ καὶ τῶν ἀνθρώπων ἕκαστος ἢ νενίκηκε τούτων ἕνεκα ἢ ἠγώνισται, ἤγουν τῶν δεσμῶν ἐκείνων ἐλύθη· καὶ τοῦτο δὲ αὐτὸς ἐποίησε, δι’ ὧν προσέθηκεν ὁ Σωτήρ, ἐν οἷς ἑκάστῳ τῶν ἀνθρώπων ἔδωκεν ἐξουσίαν ἀποκτεῖναι τὴν ἁμαρτίαν καὶ κοινωνοὺς αὐτῷ γενέσθαι τῆς ἀριστείας.
46. Ἐπεὶ γὰρ μετὰ τὸ τρόπαιον ἐκεῖνο δέον στεφανοῦσθαι καὶ θριαμβεύειν, ὁ δὲ πληγῶν καὶ σταυροῦ καὶ θανάτου καὶ τῶν τοιούτων εἰς πεῖραν ἦλθε, καὶ ὅ φησι Παῦλος· «ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας», τί γίνεται;
47. Ὁ μὲν οὐδὲν ἠδίκησεν ὧν ταῦτα ἔδωκε δίκην, οὐδὲ ἐποίησεν ἁμαρτίαν οὐδὲ εἶχεν οὐδὲν ὅθεν ἂν ἐγκαλεῖν εἶχεν ὁ συκοφάντης καὶ σφόδρα ἀναισχυντῶν. Πληγὴ δὲ καὶ ὀδύνη καὶ θάνατος ἐξ ἀρχῆς κατὰ τῆς ἁμαρτίας ἐπενοήθη· τί γὰρ καὶ συνεχώρει φιλάνθρωπος ὢν ὁ Δεσπότης; Οὐ γὰρ εἰκός ἐστι φθορᾷ καὶ θανάτῳ τὴν ἀγαθότητα χαίρειν. Διὰ τοῦτο μετὰ τὴν ἁμαρτίαν εὐθὺς τὸν θάνατον καὶ τὴν ὀδύνην συνεχώρησεν ὁ Θεός, οὐ δίκην ἡμαρτηκότι μᾶλλον ἐπάγων ἢ φάρμακον νενοσηκότι παρέχων.
48. Ἐπεὶ τοίνυν τοῖς ὑπὸ τοῦ Χριστοῦ πεπραγμένοις οὐκ ἦν ἐφαρμόσαι ταύτην τὴν δίκην, καὶ ἀρρωστίας ἴχνος εἶχεν οὐδὲν ὁ Σωτὴρ ἣν ἀνεῖλεν ὅπερ ἔλαβε φάρμακον, εἰς ἡμᾶς ἡ τοῦ ποτηρίου δύναμις ἐκείνου διαβαίνει, καὶ ἀποκτείνει τὴν ἐν ἡμῖν ἁμαρτίαν· καὶ ἡ τοῦ ἀνευθύνου πληγὴ γίνεται δίκη τοῖς πολλῶν ὑπόχρεως οὖσι.
49. Καὶ ἐπεὶ μεγάλη τις ἦν ἡ δίκη καὶ θαυμαστὴ καὶ μείζων ἢ τῶν ἀνθρωπείων κακῶν ἀντίρροπος εἶναι, οὐ μέχρι τούτου μόνον ἔστη λύσασα τὸ ἔγκλημα· ἀλλὰ τοσαύτην προσέθηκεν ὑπερβολὴν ἀγαθῶν, ὥστε καὶ εἰς τὸν οὐρανὸν αὐτὸν ἀναβῆναι καὶ τῆς ἐνταῦθα βασιλείας τῷ Θεῷ κοινωνῆσαι, τοὺς ἀπὸ γῆς, τοὺς ἐχθίστους, τοὺς δεδεμένους, κοινωνῆσαι, τοὺς ἀπὸ γῆς, τοὺς ἐχθίστους, τοὺς δεδεμένους, τοὺς ἠνδραποδισμένους, τοὺς ἠτιμωμένους. Τίμιος γὰρ ἦν ὁ θάνατος ἐκεῖνος, οὔμενουν οὐδ’ ὅσον ἀνθρώποις λογίσασθαι δυνατόν, καὶ εἰ ὀλίγου τινὸς ἐπράθη τοῖς φονευταῖς συγχωροῦντος τοῦ Σωτῆρος· ἵνα καὶ τοῦτο πτωχείας αὐτῷ γέμῃ καὶ ἀτιμίας.
50. Ὡσὰν τῷ μὲν ὅλως πραθῆναι τὰ δούλων ὑπομείνας, τὸ ὑβρισθῆναι κερδάνῃ· κέρδος γὰρ ἡγεῖτο τὴν ὑπὲρ ἡμῶν ἀτιμίαν· τῷ δὲ ὀλίγου τινός, αἰνίξηται προῖκα καὶ δῶρον εἰς τὸν ὑπὲρ τοῦ κόσμου θάνατον ἀφιγμένος· ἑκὼν ἀπέθανε μηδένα μηδὲν ἀδικήσας, οὔτε τοῦ βίου ἕνεκα οὔτε τῆς εἰς τὸ κοινὸν πολιτείας, χαρίτων ὑπάρξας τοῖς φονευταῖς, τῶν ἐπιθυμιῶν καὶ τῶν ἐλπίδων πολλῷ μειζόνων.
51. Καὶ τί δὴ ταῦτα λέγω; Θεὸς ἀπέθανεν· αἷμα Θεοῦ τὸ χεθὲν ἐπὶ τοῦ σταυροῦ. Τί τιμιώτερον τούτου γένοιτ’ ἂν τοῦ θανάτου; Τί φρικωδέστερον; Τί τοσοῦτον ἥμαρτεν ἡ τῶν ἀνθρώπων φύσις, ὅσον λύειν εἶχεν ἡ δίκη; Πηλίκον ἂν ἦν τὸ τραῦμα, ὥστε ἀντίρροπον γενέσθαι τῇ τοῦ φαρμάκου τούτου δυνάμει;
52. Ἔδει μὲν γὰρ τιμωρίᾳ τινὶ τὴν ἁμαρτίαν καταλυθῆναι, καὶ ὧν πρὸς Θεὸν ἐξημάρτομεν τὴν ἀξίαν δόντας δίκην, ἀπηλλάχθαι τῶν ἐγκλημάτων· ὁ γὰρ τιμωρησάμενος οἷς ἐπήνεγκε δίκην, ἐγκαλοίη περὶ τῶν αὐτῶν οὐκ ἂν ἔτι. Ἀνθρώπων δὲ οὐδεὶς ἦν ὃς εὐθύνης καθαρὸς ὢν αὐτός, ὑπὲρ τῶν ἄλλων ἔπαθεν ἄν, ὅπου γε οὐδὲ ἑαυτῷ τις ἤρκεσεν οὐδὲ τὸ γένος ἅπαν, εἰ μυριάκις ἐξῆν ἀποθανεῖν, τὴν γιγνομένην ἂν ἀπέτισε δίκην. Τί γὰρ ἂν ἄξιον καὶ πάθοι δοῦλος αἴσχιστος, τὴν εἰκόνα συντρίψας τὴν βασιλικὴν καὶ πρὸς τοσοῦτον ὕψος ὑβρίσας;
53. Διὰ ταῦτα ὁ Δεσπότης ὁ ἀναμάρτητος πολλῶν δεινῶν ἀνασχόμενος ἀποθνήσκει· καὶ φέρει μὲν τὴν πληγὴν ὑπὲρ τῶν ἀνθρώπων ἀπολογούμενος, ἄνθρωπος ὤν· λύει δὲ τὸ γένος τῶν ἐγκλημάτων καὶ δίδωσι τοῖς δεδεμένοις ἐλευθερίαν, ὅτι αὐτὸς οὐκ ἐδεῖτο ταύτης, Θεὸς ὢν καὶ Δεσπότης. Ἀνθ’ ὧν μὲν οὖν ἡ ἀληθινὴ ζωὴ διὰ τοῦ θανάτου τοῦ Σωτῆρος εἰς ἡμᾶς διαβαίνει, ταῦτά ἐστιν.
54. Ὁ δὲ τρόπος ὅπως ταύτην ἕλκομεν εἰς τὰς ἡμετέρας ψυχάς, τοῦτό ἐστι· τὸ τελεσθῆναι τὰ μυστήρια, τὸ λούσασθαι, τὸ χρισθῆναι, τὸ τῆς τραπέζης ἀπολαῦσαι τῆς ἱερᾶς. Ταῦτα γὰρ ποιοῦσιν ὁ Χριστὸς ἐπιδημεῖ καὶ ἐνοικεῖ καὶ συνάπτεται καὶ προσφύεται, καὶ τὴν ἁμαρτίαν ἐν ἡμῖν ἀποπνίγει, καὶ τὴν ζωὴν ἐνίησι τὴν ἑαυτοῦ καὶ τὴν ἀριστείαν, καὶ κοινωνοὺς ποιεῖται τῆς νίκης. Ὢ τῆς ἀγαθότητος; λουμένους ἀναδεῖ καὶ δειπνοῦντας ἀνακηρύττει.
55. Διὰ τί λουομένους καὶ μύρῳ χριομένους καὶ δειπνοῦντας ὁ Χριστὸς στεφανοῖ. Διὰ τί καὶ κατὰ τίνα τοῦ γιγνομένου λόγον ἀπὸ λουτροῦ καὶ μύρων καὶ τραπέζης νίκη καὶ στέφανος, ἃ πόνων καὶ ἱδρώτων ἐστὶ καρπός; Ὅτι εἰ καὶ μὴ ἀγωνιζόμεθα μηδὲ πονοῦμεν ταῦτα ποιοῦντες, ἀλλὰ τόν γε ἀγῶνα ὑμνοῦμεν ἐκεῖνον καὶ θαυμάζομεν τὴν νίκην καὶ προσκυνοῦμεν τὸ τρόπαιον καὶ περὶ τὸν ἀριστέα σφοδρόν τι καὶ ἄρρητον ἐπιδεικνύμεθα φίλτρον. Καὶ τὰ τραύματα ἐκεῖνα καὶ τὴν πληγὴν καὶ τὸν θάνατον οἰκειούμεθα καὶ δι’ ὧν ἔξεστιν εἰς ἡμᾶς αὐτοὺς ἕλκομεν καὶ αὐτῶν γευόμεθα τῶν σαρκῶν τοῦ νεκρωθέντος καὶ ἀναστάντος· ὅθεν εἰκότως ἀπὸ τοῦ θανάτου καὶ τῶν ἀγώνων ἐκείνων ἀπολαύομεν ἀγαθῶν.
56. Εἰ γάρ τις τύραννον ἁλόντα καὶ δίκην ἀπαιτούμενον παρελθὼν ἐξαιρεῖται καὶ στεφάνων ἀξιοῖ καὶ σεμνύνει τὴν τυραννίδα καὶ αὐτὸς ἡγεῖται ἀποθνήσκειν ἐκείνου πίπτοντος καὶ καταβοᾷ τῶν νόμων καὶ πρὸς τὰ δίκαια δυσχεραίνει καὶ ταῦτα οὐ σὺν αἰσχύνῃ οὐδὲ συγκαλύπτων τὴν πονηρίαν, ἀλλὰ παρρησιαζόμενος καὶ μαρτυρόμενος καὶ ἐπιδεικνύμενος, τοῦτον τίνων ἀξιώσομεν ψήφων; Οὐ τῶν αὐτῶν αὐτῷ τιμησόμεθα τῷ τυράννῳ; Παντί που δῆλον.
57. Οὐκοῦν τοὐναντίον ἅπαν, εἴ τις ἀριστέα θαυμάζει καὶ χαίρει νενικηκότι καὶ στεφάνους αὐτῷ πλέκει καὶ θορύβους ἐγείρει καὶ σείει τὸ θέατρον καὶ θριαμβεύοντι προσπίπτει σὺν ἡδονῇ καὶ κεφαλὴν καταφιλεῖ καὶ περιπτύσσεται δεξιὰν καὶ οὕτω σφόδρα μαίνεται περὶ τὸν στρατιώτην καὶ ἣν ἀνῄρηται νίκην, ὥσπερ αὐτὸς ὢν ὁ τὴν κεφαλὴν τῷ στεφάνῳ κοσμήσων τὴν ἑαυτοῦ· οὗτος γὰρ μερίτης ἂν εἴη τῶν ἐπάθλων τῷ νικητῇ, παρά γε εὐγνώμοσι δικασταῖς, καθάπερ ἐκεῖνος; οἶμαι, κοινωνήσει τῷ τυράννῳ τῆς δίκης. Εἰ γὰρ περὶ τοῦς πονηροὺς ἃ προσῆκε σώσομεν καὶ τῆς προαιρέσεως καὶ τῆς γνώμης ἀπαιτητέον εὐθύνας, σχολῇ γε εἰκός ἐστι τοὺς ἀγαθοὺς τῶν γιγνομένων ἀποστερεῖν.
58. Εἰ δὲ καὶ τοῦτο προστεθὲν εἶ, καὶ ὁ τὴν νίκην εἰργασμένος ἐκείνην αὐτὸς μὲν οὐ δεῖται τῶν ἀπὸ τῆς νίκης γερῶν, ἐκεῖνο δὲ ἀντὶ πάντων ἡγεῖται λαμπρὸν ἰδεῖν ἐπὶ τοῦ θεάτρου τὸν σπουδαστὴν καὶ τοῦτο τῆς ἀγωνίας ἆθλον ἑαυτῷ νομίζει στεφανωθῆναι τὸν ἑταῖρον, πῶς οὐ δικαίως ἐκεῖνος καὶ μάλα ἀκολούθως ἄνευ ἱδρώτων καὶ κινδύνων τὸν ἀπὸ τοῦ πολέμου κομιεῖται στέφανον;
59. Ταῦτα δὴ καὶ ἡμῖν τὸ λουτρὸν τοῦτο δύναται καὶ τὸ δεῖπνον καὶ ἡ σώφρων τοῦ μύρου τρυφή. Μυούμενοι γάρ, τὸν μὲν τύραννον κακίζομεν καὶ καταπτύομεν καὶ ἀποστρεφόμεθα, τὸν ἀριστέα δὲ ἐπαινοῦμεν καὶ θαυμάζομεν καὶ προσκυνοῦμεν καὶ φιλοῦμεν ὅλῃ ψυχῇ, ὥστε τῷ περιόντι τοῦ φίλτρου ὡς ἄρτον σιτούμεθα καὶ ὡς μύρον χριόμεθα καὶ ὡς ὕδωρ περιβαλλόμεθα.
60. Φανερὸν δὲ ὅτι τὸν πόλεμον ὑπὲρ ἡμῶν εἵλετο τοῦτον, καὶ ἵνα νικήσωμεν ἡμεῖς αὐτὸς ἠνέσχετο ἀποθνήσκων· ὥστε οὐδὲν ἀνακόλουθον οὐδὲ ἀπᾷδον ἀπὸ τῶν μυστηρίων τούτων ἐπὶ τοὺς στεφάνους ἔρχεσθαι. Ἡμεῖς μὲν γὰρ τὴν δυνατὴν ἐπιδεικνύμεθα προθυμίαν, καὶ τὸ ὕδωρ ἀκούοντες τοῦτο τὰ τοῦ θανάτου τοῦ Χριστοῦ καὶ τοῦ τάφου δύνασθαι, καὶ πιστεύομεν εὖ μάλα καὶ πρόσιμεν ἡδέως καὶ καταδυόμεθα· ὁ δέ -οὐ γὰρ μικρὰ δίδωσιν οὐδὲ μικρῶν ἀξιοῖ- τοὺς προστιθεμένους τοῖς μετὰ τὸν θάνατον καὶ τὴν ταφὴν δεξιοῦται, οὐ στέφανόν τινα παρέχων, οὐ δόξης μεταδιδούς, ἀλλ’ αὐτὸν τὸν νικητὴν αὐτὸς ἑαυτὸν ἐστεφανωμένον.
61. Καὶ τὸ ὕδωρ ἀναδύντες, αὐτὸν τὸν Σωτῆρα φέρομεν ἐπὶ τῶν ἡμετέρων ψυχῶν, ἐπὶ τῆς κεφαλῆς, ἐπὶ τῶν ὀφθαλμῶν, ἐν αὐτοῖς τοῖς σπλάγχνοις, ἐπὶ τῶν μελῶν ἁπάντων, ἁμαρτίας καθαρόν, φθορᾶς ἁπάσης ἀπηλλαγμένον, οἷος ἀνέστη καὶ τοῖς μαθηταῖς ὤφθη καὶ ἀνελήφθη, οἷος ἀφίξεται πάλιν τοῦτον ἀπαιτήσων τὸν θησαυρόν.
62. Οὕτω δὲ γεννηθέντες καὶ καθάπερ εἴδει τινὶ καὶ μορφῇ τῷ Χριστῷ τυπωθέντες, ἵνα μηδὲν ἐπεισαγάγωμεν ἀλλότριον εἶδος, τῆς ζωῆς τὰς εἰσόδους αὐτὸς κατέχει. Καὶ δι’ ὧν ἀέρα καὶ τροφὴν εἰσάγοντες τῇ ζωῇ τοῦ σώματος βοηθοῦμεν, διὰ τούτων αὐτὸς εἰς τὰς ἡμετέρας εἰσδύεται ψυχάς· καὶ τὰς θύρας ἀμφοτέρας οἰκειοῦται, τῇ μὲν ὡς μύρον καὶ εὐωδία, τῇ δὲ ὡς τροφὴ προσήκων. Καὶ γὰρ καὶ ἀναπνέομεν αὐτὸν καὶ τροφὴ γίνεται ἡμῖν. Καὶ οὕτως ἑαυτὸν διὰ πάντων ἡμῖν ἀνακεράσας καὶ ἀναμίξας, ἑαυτοῦ ποιεῖται σῶμα καὶ γίνεται ἡμῖν ὅπερ μέλεσι κεφαλή. Διὰ τοῦτο γὰρ καὶ τῶν ἀγαθῶν ἁπάντων αὐτῷ κοινωνοῦμεν, ὅτι κεφαλή· τὰ γὰρ τῆς κεφαλῆς εἰς τὸ σῶμα διαβαίνειν ἀνάγκη.
63. Ὑπὲρ οὗ καὶ θαυμάσαι τις ἂν ὅτι μὴ καὶ τῶν πληγῶν αὐτῷ μετέσχομεν οὐδὲ τοῦ θανάτου, ἀλλὰ μόνος μὲν ἠγώνισται, ἐπεὶ δὲ ἔδει στεφανωθῆναι τηνικαῦτα κοινωνοὺς ἡμᾶς ποιεῖται τῶν ἑαυτοῦ.
64. Ἔστι μὲν οὖν καὶ τοῦτο τῆς ἀρρήτου φιλανθρωπίας· οὐ πόρρω δὲ λόγου καὶ τῆς γινομένης ἀκολουθίας. Μετὰ γὰρ τὸν σταυρόν, τῷ Χριστῷ συνήφθημεν· μήπω δὲ ἀποθανόντα, κοινὸν οὐδὲν ἡμῖν πρὸς ἐκεῖνον. Ὁ μὲν γὰρ Υἱὸς καὶ ἀγαπητός· ἡμεῖς δὲ μιαροὶ καὶ δοῦλοι καὶ ἐχθροὶ τῇ διανοίᾳ. Ἐπεὶ δὲ ἀπέθανε καὶ τὸ λύτρον ἐδόθη καὶ τὸ τοῦ διαβόλου δεσμωτήριον κατεστράφη, τηνικαῦτα τὴν ἐλευθερίαν καὶ τὴν υἱοθεσίαν ἐκομισάμεθα καὶ μέλη τῆς μακαρίας ἐκείνης κατέστημεν κεφαλῆς. Ἐξ ἐκείνου τοίνυν, ἃ τῆς κεφαλῆς ἐστι καὶ ἡμῶν γίνεται.
65. Καὶ νῦν μὲν ἀναμάρτητοι τοῦ ὕδατος ἀπαλλαττόμεθα τούτου, καὶ τῶν αὐτοῦ μετέχομεν χαρίτων διὰ τὸ μύρον, καὶ διὰ τὴν τράπεζαν τὴν αὐτὴν ἐκείνῳ ζῶμεν ζωήν· ἐπὶ δὲ τοῦ μέλλοντος θεοὶ περὶ Θεόν, καὶ τῶν αὐτῶν αὐτῷ κληρονόμοι, καὶ τὴν αὐτὴν αὐτῷ βασιλεύοντες βασιλείαν, ἐάν γε μὴ ἑκόντες ἡμᾶς αὐτοὺς ἀποτυφλώσωμεν ἐν τῷδε τῷ βίῳ καὶ τὸν χιτῶνα διαρρήξωμεν τὸν βασιλικόν. Τοῦτο γὰρ ὑπὲρ τῆς ζωῆς εἰσάγωμεν μόνον, τὰς δωρεὰς ὑπομεῖναι καὶ τῷν χαρίτων ἀνασχέσθαι καὶ μὴ ῥίψαι τὸν στέφανον, ὃν πολλοῖς ἱδρῶσι καὶ πόνοις ἔπλεξεν ἡμῖν ὁ Θεός.
66. Τοῦτό ἐστιν ἡ ἐν Χριστῷ ζωή, ἣν συνίστησι μὲν τὰ μυστήρια· δοκεῖ δέ τι δύνασθαι πρὸς ταύτην καὶ τὴν ἀνθρωπείαν σπουδήν. Ὅθεν τῷ περὶ αὐτῆς εἰπεῖν βουλομένῳ, περὶ τῶν μυστηρίων ἑκάστου πρῶτον διαλαβόντι, εἶτα περὶ τῆς κατ’ ἀρετὴν ἐργασίας ἀκόλουθον ἂν εἴη σκοπεῖν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου