Τρίτη 2 Φεβρουαρίου 2016

Περὶ τῆς ἐν Χριστῷ ζωῆς - Λόγος πέμπτος


Λόγος πέμπτος· τίνα συντέλειαν αὐτῇ παρέχεται ἡ καθιέρωσις τοῦ ἱεροῦ θυσιαστηρίου.
1. Τῶν μὲν ἱερῶν μυστηρίων οὗτος ὁ λόγος, καὶ ταύτην ἡμῖν ἔχει πρὸς τὴν ἀληθῆ ζωὴν τὴν παρασκευήν. Ἐπεὶ δὲ τὸ θυσιαστήριον πάσης ἐστὶν ἀρχὴ τελετῆς, ἄν τε δειπνεῖν τὸ θυσιαστήριον πάσης ἐστὶν ἀρχὴ τελετῆς, ἄν τε δειπνεῖν ἄν τε χρῖσμα δέοι λαμβάνειν, καὶ μὴν καὶ ἱεράσασθαι καὶ τοῦ λουτροῦ τὰ τελεώτατα μετασχεῖν, εἰ τί καὶ αὐτὸ πρὸς τοῖς εἰρημένοις καὶ τὴν πηγνῦσαν αὐτὸ τελετήν, ὡς οἷοί τέ ἐσμεν, θεωρήσομεν, μὴ ἂν οἶμαι περίεργον μηδὲν ποιῆσαι μηδὲ παρέλκον. Τὸν λόγον μὲν οὖν τελεώτερον οὕτως ἂν εἴημεν ἀποδεδωκότες, ὡς ἂν περὶ τῆς τῶν μυστηρίων κρηπῖδος ἢ ῥίζης ἢ ὅ τι καὶ χρὴ καλέσαι διεξελθόντες.
2. Καὶ τοίνυν ἃ παρὰ τῶν τοῦ τελοῦντος χειρῶν γίνεται καὶ ἃ τὸ θυσιαστήριον καθίστησιν, ἑξῆς ἐκτεθέντων ἁπάντων, ἕκαστον ἔπειτα τίνος ἐστὶν αἴνιγμα καὶ ὅ τι φέρει σκοπῶμεν.
3. Πρῶτα μὲν οὖν ὀθόνας περιθέμενος ὁ ἱεράρχης λευκὰς καὶ καταδήσας ἐπί τε τῶν χειρῶν καὶ τοῦ λοιποῦ σώματος, τῷ Θεῷ προσπίπτει κατακλιθεὶς οὐ κατὰ ψιλοῦ τοῦ ἐδάφους, καὶ δεηθεὶς τὸ ζητούμενον πέρας λαβεῖν αὐτῷ τὴν σπουδήν, ἐπὶ τὸ ἔργον ἀνίσταται· καὶ τὴν τράπεζαν κειμένην ἀνελόμενος, καθιδρύει καὶ πήγνυσιν, οὐ κελεύων μόνον ἀλλὰ χεῖρας εἰσάγων.
4. Τεθεῖσαν δὲ θερμοῖς ἀποκλυσάμενος ὕδασιν, οἷς ηὔξατο μὴ ῥύπου φαινομένου μόνον ἀλλὰ καὶ τῆς ἀπὸ τῶν δαιμόνων προστροπῆς καθάρσιον δύναμιν ἔχειν, εἶτα μυρίζει οἴνου τε χέων αὐτῇ τοῦ καλλίστου καὶ μύρου στακτοῦ ῥόδων οἶμαι πεποιημένου· μετὰ δὲ ταῦτα τὸ ἱερὸν μύρον ἐπάγει καὶ χρίει, τρίτον γράφων ἐπ’ αὐτῆς τὸν σταυρὸν καὶ τῷ Θεῷ τὸ προφητικὸν ᾄδων ᾆσμα τὸ πολυΰμνητον· εἶτα λευκῇ περικαλύψας ὀθόνῃ, πέπλοις τε τιμίοις ἐπικοσμεῖ καὶ τούτοις ὀθόνας ἄλλας ἐφαπλοῖ, τῷ θείῳ μύρῳ τὸν τῆς τραπέζης τρόπον ἀληλιμμένας, ἃς ἐπιβεβλημένας ἔσχατον τῇ τραπέζῃ δεῖ τοῖς πίναξιν ἀμέσως ὑποκεῖσθαι τοῖς ἱεροῖς.
5. Καὶ οὕτω ταῦτα τελέσας, λύει μὲν καὶ περιδύεται τὰς ὀθόνας, αὐτὸς δὲ τὴν ἱεραρχικὴν ἔχων στολήν, ἐπί τινα γείτονα τῶν ἱερῶν ἔξεισιν οἴκων. Ὅθεν ἁγίων μαρτύρων ὀστᾶ λαβὼν εἰς τοῦτ’ αὐτῷ παρεσκευασμένα καὶ θεὶς ἐπὶ θατέρου τῶν ἐπὶ τοῦ θυσιαστηρίου πινάκων, ἐν ᾧ τὸ φρικτὸν τίθησι δῶρον, καὶ καλύψας οἷς ἐκεῖνα καλύπτει, μάλα τε σεμνῶς ἀναιρεῖται καὶ κομίσας ἐπὶ τῆς κεφαλῆς ἐπὶ τὸν ἁγιαζόμενον πρόεισιν οἶκον, λαμπάσι καὶ ᾄσμασι καὶ θυώμασι καὶ μύροις τὴν πρόοδον πολλῶν κοσμούντων αὐτῷ.
6. Καὶ οὕτω χωρῶν, ἐπεὶ καταλάβοι τὸν νεὼν καὶ πρὸς αὐτῷ γένοιτο, ἵσταται μὲν πρὸ τῶν θυρῶν κεκλεισμένων, κελεύει δὲ τοῖς ἔνδον τὰς πύλας ἀνοίγειν «τῷ τῆς δόξης βασιλεῖ»· καὶ αὐτὰς τοῦ Δαβὶδ εἰπὼν τὰς φωνὰς καὶ παρὰ τῶν ἔνδον ἀκούσας ἃς ἐκεῖνος τοὺς ἀγγέλους λέγοντας ἀλλήλοις εἰσάγει τοῦ Σωτῆρος εἰς τὸν οὐρανὸν ἀνιόντος, τῶν θυρῶν ἀναπεταννυμένων, εἴσεισι τὸ ἱερὸν σκεῦος ἐκεῖνο συγκεκαλυμμένον ἐπὶ τῆς κεφαλῆς ἔχων.
7. Ἐπειδὰν δὲ εἴσω τοῦ θυσιαστηρίου καὶ πρὸς αὐτῇ γένηται τῇ τραπέζῃ, κατατίθεται μὲν ἐπ’ αὐτῆς καὶ ἀνακαλύπτει, τὸν δ’ ἐγκείμενον αὐτῷ πλοῦτον ἀναιρεῖται μὲν ἐκεῖθεν, ἐντίθησι δὲ θησαυρῷ τῷ μεγέθει τῶν ἐντιθεμένων συμμέτρῳ· καὶ μετὰ τοῦτο, τὸ μύρον αὐτοῖς τὸ παναγέστατον ἐπιχέας, ὑπὸ τὴν τράπεζαν ἀποτίθεται τὴν ἱεράν. Τούτων δὲ οὕτω κατεσκευασμένων, ὁ μὲν οἶκος προσευχῆς οἶκος, ἡ τράπεζα δὲ πρὸς τὴν θυσίαν ἔχει καὶ παρεσκεύασται καὶ θυσιαστήριόν ἐστιν ἀτεχνῶς.
8. Τὸν δὲ λόγον ἀνθ’ ὁτοῦ τούτων τελουμένων ἐκεῖνο γίνεται, καὶ τοῖς τῷ ἱερεῖ πεπραγμένοις τὸ τοιαῦτα δύνασθαι τὴν οἰκίαν καὶ τὴν τράπεζαν ἀπαντᾷ, λέγωμεν ἤδη, θεωροῦντες ἕκαστα.
9. Ἡ μὲν οὖν ἀναβολὴ καὶ τὸ οὕτως ἐσκευασμένον ἐπὶ τὴν τελετὴν ἀφῖχθαι τὸν ἱεράρχην, τοῦ κατὰ τὸν ἄνθρωπον θυσιαστηρίου γράφει τὸν τύπον· τὸ γὰρ πᾶσαν ἀπονιψάμενον πονηρίαν, καὶ ὑπὲρ χιόνα λευκανθέντα, Δαβὶδ εἶπε, συνελεῖν ἑαυτὸν καὶ συμπτύξαι καὶ πρὸς ἑαυτὸν νεῦσαι τὸν ἄνθρωπον, Θεὸν ἐνοικίζει καθαρῶς τῇ ψυχῇ, καὶ θυσιαστήριον ἐργάζεται τὴν καρδίαν.
10. Τούτων γὰρ σημεῖα, τοῦ μὲν τὸ λευκὴν εἶναι καὶ λάμπουσαν αὐτῷ τὴν ἀναβολήν, ἐκείνου δὲ τὸ πανταχόθεν πρὸς αὑτὸν ἐπεστράφθαι καὶ συνεπτύχθαι τῷ σώματι· καὶ οὕτω δι’ ὧν ἔξεστιν ἐν ἑαυτῷ πρὸ τοῦ τεμένους τὸ θυσιαστήριον δείξας, ἔπειτα τῷ τεμένει τὴν τελοῦσαν δίδωσι χεῖρα.
11. Μάλιστα μέν, ἐπεὶ καὶ τεχνῶν τοῖς προϊσταμένοις καὶ ὅλως ὁτιοῦν ἐργάζεσθαι δυναμένοις, πρὸ τῶν χειρῶν, ἐφ’ ἑαυτοῦ συνέστησε τὸ ἔργον ὁ λογισμός· καὶ ὁ μὲν ὃ συνεστήσατο κανόνα ταῖς χερσὶν ἔδωκεν, αἱ δὲ ἐπὶ τῆς ὕλης ἔδειξαν.
12. Καὶ μὴν καὶ ζωγράφους ἔστι μὲν πρὸς ἀρχέτυπα γράφειν, ἀπὸ τῶν πινάκων ποιουμένους τὴν τέχνην· ἔστι δὲ καὶ τῇ μνήμῃ τὰ τοιαῦτα χρωμένους καὶ πρὸς τὴν ψυχὴν ὁρῶντας παράδειγμα· καὶ οὐ ζωγράφοις τοῦτο μόνον, ἀλλ’ ἤδη καὶ ἀνδριαντοποιοῖς καὶ οἰκιῶν ἐργάταις καὶ δημιουργοῖς ἅπασι συμβαῖνον ἴδοι τις ἄν. Καὶ τὴν τοῦ τεχνίτου ψυχὴν ὀφθαλμοῖς ἰδεῖν εἴ τις ἦν μηχανή, αὐτὴν ἂν εἶδες τὴν οἰκίαν ἢ τὸν ἀνδριάντα ἢ τῶν ἔργων ὁτιοῦν τῆς ὕλης χωρίς.
13. Ἔπειτα παράδειγμα τοῦ θυσιαστηρίου τὸν ἱεράρχην οὐ τοῦτο ποιεῖ μόνον ὅτι τῶν τοιούτων αὐτὸς τεχνίτης, ἀλλ’ ὅτι ναὸς εἶναι Θεοῦ καὶ θυσιαστήριον ἀληθῶς μόνη τῶν ὁρωμένων ἡ τῶν ἀνθρώπων δύναται φύσις, ὡς τό γε χερσὶν ἀνθρώπων παγὲν εἰκόνα τούτου σώζει καὶ τύπον. Ὅθεν ἔδει τὸ πρᾶγμα πρὸ τῆς εἰκόνος ἐν τῷ σχήματι τούτῳ φανῆναι καὶ τἀληθὲς τοῖς τύποις ἡγήσασθαι.
14. Ὁ γὰρ εἰπών· «Ποῖον οἶκον οἰκοδομήσετέ μοι; Ἐνοικήσω, φησίν, ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω» σημάνοι δ’ ἄν, οἶμαι, κἀκεῖνο, ὡς τὸν βουλόμενον ἄλλοις ὄφελος εἶναι προσῆκε πρότερον ἑαυτῷ, καὶ τὸν ἀψύχοις δύναμιν ἐνθεῖναι τοσαύτην ἠξιωμένον ἑαυτῷ πρὸ ἐκείνων τὰ τοιαῦτα λυσιτελῆ καταστῆναι, καθάπερ καὶ τὸν ἐπίσκοπον Παῦλος ἠξίωσε πόλει καὶ δήμοις ἐσόμενον ἀγαθὸν ἀφ’ ἑστίας ἄρξασθαι, καὶ τὸν οἰκίσοντα καλῶς τὴν οἰκίαν, ἑαυτὸν κατὰ τὸν ὀρθὸν λόγον πρότερον ἀγαγεῖν.
15. Δεῖται δὲ τοῦ Θεοῦ πρὸς τὸ ἔργον· καὶ γὰρ ἀνῦσαι μὲν δύναιτ’ ἂν οὐδεὶς μὴ τοῦ Θεοῦ τυχών, οὐδὲ τῶν ἄλλων οὐδέν, μάλιστα δὲ τῶν μυστηρίων ἐν οἷς τὸ πᾶν ἐκείνου καθαρῶς ἔργον.
16. Ἐπεὶ δὲ ὁ κοινὸς δεσπότης τῶν δούλων οὐκ ἐξ ἐπιτάγματος προὐνοήθη οὐδ’ ἔπεμψε τοὺς ἐπιμελησομένους, ἀλλ’ αὐτὸς ἦλθε καὶ πάντων δι’ ὧν ἔδει σώσων αὐτουργὸς ἦν, τούτου χάριν τὸν ἱεράρχην τὸν ἐκείνου δεικνύντα μαθητὴν αὐτοχειρίᾳ πηγνύναι τὸ θυσιαστήριον εἰκὸς ἦν, ὅθεν ἡμῖν αἱ πᾶσαι τῆς σωτηρίας εἰσὶν ἀφορμαί· καὶ ταῦτα ποιεῖ, τὸν ψαλμὸν ἐκεῖνον ἐπὶ τοῦ στόματος ἔχων· «Ὑψώσω σε, ὁ Θεός μου, ὁ βασιλεύς μου», ὃς εὐχαριστίαν ἔχει τῷ Θεῷ καὶ μνήμην τῶν αὐτοῦ θαυμασίων. Εἰ γὰρ ἐν παντὶ εὐχαριστεῖν ὁ τοῦ Παύλου κελεύει νόμος, πόσῳ δικαιότερον ἐπ’ αὐτοῦ τοῦ κεφαλαίου τῶν ἀγαθῶν!
17. Μετὰ δὲ τοῦτον, ἄλλον ἐπισυνάπτει ψαλμόν· «Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει». Ταῦτα δὲ οὐχ ἁπλῶς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ὑμνεῖ, ἀλλ’ αὐτῶν ἅπτεται τῶν παρόντων· καὶ γὰρ καὶ βαπτίσματος μέμνηται καὶ τῆς θείας ἀλοιφῆς καὶ τοῦ ποτηρίου καὶ τῆς φερούσης τὸν ἱερὸν ἄρτον τραπέζης. Τὸ δὲ βάπτισμα καὶ «ὕδωρ ἀναπαύσεως» καὶ «τόπον χλόης» καλεῖ, καὶ ποιμαινόμενος ὑπὸ τοῦ Θεοῦ καλῶς εἰς τοῦτο «κατασκηνώσειν» ἔσχατον ἔφη· ἐπεὶ γὰρ ἡ ἁμαρτία καὶ πόνους τοῖς τολμῶσιν ἤνεγκε καὶ τὴν γῆν ἐνέπλησεν ἡμῖν ἀκανθῶν, τὸ τὴν ἁμαρτίαν ἐκβάλλον ὕδωρ πρὸς μὲν τοὺς πόνους «ὕδωρ ἀναπαύσεως», πρὸς δὲ τὰς ἀκάνθας «τόπος χλόης» δικαίως, οἶμαι, καλεῖται, κατάλυμα δὲ τελευταῖον ὅτι τὸ ἔσχατον ἀγαθόν, ἐν ᾧ παυόμεθα ζητοῦντες, τὸν Θεὸν ἔστιν ἐνταῦθα λαβεῖν· εἴη δ’ ἂν καὶ δι’ ἐκεῖνον τὸν λόγον «ἀναπαύσεως ὕδωρ», ὅτι τῆς φύσεως τὴν ἐπιθυμίαν ἀνέπαυσεν, ὃ «πολλοὶ προφῆται καὶ βασιλεῖς, φησίν, ἰδεῖν ἐπεθύμουν».
18. Τί δὲ προσπίπτοντα τῷ Θεῷ καὶ προσευχόμενον, τὸ τοῦ τεμένους ἔδαφος οὐ δέχεται τὸν ἱεράρχην ἀμέσως; ἢ τὴν τελετὴν ἔτι μὴ δεδεγμένον, οὐδέπω πρὸς τὸν τελεστὴν ἥρμοσται; καὶ μήπω προσευχῆς γενόμενος οἶκος, πῶς ἂν λάβοι καθαρῶς τὸν εὐχόμενον; Ἐπεὶ καὶ τοὐναντίον τὸν Μωσέα τῆς «ἁγίας» ἐπιβαίνειν μέλλοντα «γῆς» τὸ ὑπόδημα ἐχρῆν ὑπολῦσαι, κομίζοντα πρὸς τὴν ὁμιλίαν μέσον οὐδέν, ὥσπερ καὶ τὸν τηνικαῦτα τῷ Θεῷ προσκείμενον δῆμον τῶν Ἑβραίων τὴν ἐν Αἰγύπτῳ γῆν μετὰ τῶν ὑποδημάτων ἔδει πατεῖν.
19. Οὕτω δὲ δράσας, ὕδασιν ἔπειτα σμήχει τὴν τράπεζαν ἱεροῖς. Ἐπεὶ γὰρ τὸν τῶν ὁρωμένων δεσπότην τὸν ἄνθρωπον ὁ κοινὸς δουλωσάμενος τύραννος, ἔπειτα τοῖς αἰσθητοῖς ἐνέσκηψε πᾶσι, καθάπερ βασιλείοις τοῦ βασιλέως πεσόντος, διὰ ταῦτα ταῖς παραλαμβανομέναις ἐντεῦθεν ὕλαις ἐφ’ ἑκάστου τῶν μυστηρίων, ἀνάγκη τινὸς καθαρσίου κατὰ τοῦ πονηροῦ δυναμένου· καθάπερ καὶ τὸ ὕδωρ καθ’ οὗ δεῖ τελοῦντα βαπτίζειν τῆς τῶν δαιμόνων ἐπηρείας ἁπάσης εὐχαῖς καθάρας ὁ ἱερεύς, οὕτω τὴν τελοῦσαν ἐπιλέγει φωνήν, κατὰ τὸν αὐτὸν δὴ τὴν τράπεζαν λόγον ἀλεξικάκοις ἀποκλύζει πρότερον ὕδασι· καὶ ἅμα τὸν τρόπον ὑποδεικνὺς ὅπως δεῖ πρὸς τἀγαθὸν τρέχειν, ὅπερ ἐστὶν ἐκκλίνειν ἀπὸ τοῦ κακοῦ πρότερον· οὗ χάριν καὶ τὸν ἐπὶ κακοῖς ἀνθρωπίνοις ᾐσμένον ᾄδει ψαλμὸν ταῦτα τελῶν· «Ῥαντιεῖς με, λέγων, ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι».
20. Καὶ μετὰ τοῦτο τῷ Θεῷ χάριν ἀποδίδωσι καὶ γεραίρει· καὶ τοῦτο καθ’ ἕκαστον τῶν τελουμένων. Πάντα γὰρ δέον εἰς δόξαν Θεοῦ ποιεῖν, τὰ μυστήρια μάλιστα πάντων, ὅσῳ καὶ πάντων λυσιτελέστερα καὶ Θεοῦ μόνου.
21. Ἐπεὶ δὲ πρὸ τῶν θείων χαρίτων οὐ καθαίρεσθαι μόνον, ἀλλὰ καὶ τὰς συστοίχους αὐταῖς ἀρετάς, ὡς οἷοί τε ἐσμέν, ἐπιδείκνυσθαι χρή, ὡς οὐκ ἐνὸν ἄλλως τυγχάνειν τοῦ χορηγοῦ τῶν τοιούτων, «ὁ γὰρ Θεὸς εὐχὴν δίδωσι οὐ τοῖς καθεύδουσιν ἀλλὰ τῷ εὐχομένῳ», καὶ τὸν ἀγωνιζόμενον ἀλείφει καὶ σωφροσύνης δίδωσι χάρισμα τῷ δι’ ὧν ἔξεστι σωφρονοῦντι, καὶ ὅλως πανταχοῦ τὴν πρὸς τὸ ζητούμενον ἐπιθυμίαν οὐχ οἷς εὐχόμεθα μόνον ἀλλὰ καὶ ἐπ’ αὐτῶν τῶν ἔργων δεικνύναι χρή, διὰ τοῦτο πρὸ τοῦ θειοτάτου μύρου ὃ τῷ θυσιαστηρίῳ τὴν ἐκ Θεοῦ χάριν οἶδε κομίζειν, τοῖς παρ’ ἡμῖν εὐώδεσι μυρίζει τὴν τράπεζαν, οἴνῳ καὶ μύρῳ, ὧν τὸ μὲν ἡμῖν τέρψιν ἔχει μόνον, τὸ δὲ καὶ τῇ ζωῇ βοηθεῖ, ἵνα δείξῃ τἀνθρώπινα εἰσενεγκὼν ἅπαντα, ὅτε τούτων ἡμῖν τὸν βίον ἅπαντα συμπληρούντων, τῶν τε πρὸς τὸ ζῆν ἀναγκαίων καὶ τῶν ἡδέων, ἀμφοτέρων ἀπάρχεται· ἐπεὶ κἀκεῖνος ἐλθὼν καὶ ζωὴν ἔδωκε καὶ περισσὸν προσέθηκεν, οὐκ ἀναστήσας μόνον καὶ λύσας, ἀλλὰ καὶ βασιλεύσας καὶ τῆς ἀκηράτου τρυφῆς ἡμῖν μεταδούς.
22. Τούτοις ἐπιφέρει τὸ μύρον, ὃ πᾶσαν τῇ τελετῇ τὴν δύναμιν ἔχον ἐπ’ αὐτὴν τὴν θυσίαν ἄντικρυς φέρει. Ἐπεὶ γὰρ τοῖς δυσὶ τούτοις αὐτὴν ἐτέλεσεν ὁ Σωτὴρ ἐξ ἀρχῆς· «λαβών, φησί, τὸν ἄρτον καὶ εὐλογήσας», τὴν χεῖρα ζητοῦμεν ἐκείνην καὶ τὴν φωνήν. Τὴν μὲν οὖν φωνὴν οἱ ἱερεῖς ἀφιᾶσι, καί ἐστιν ἐνεργὸς ὡς ἂν ἐκείνου κελεύσαντος· «Τοῦτο γάρ, φησί, ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν». Τὴν δὲ χεῖρα τὸ μύρον δύναται· καὶ γὰρ «αὐτόν, φησὶν ὁ θεῖος Διονυσίος, τὸ μύρον εἰσάγει τὸν Ἰησοῦν». Ἀλλ’ οἱ μὲν ἀπόστολοι καὶ τὴν χεῖρα παρ’ ἑαυτῶν εἰσέφερον, καὶ γὰρ καὶ ταύτην εἶχον τὴν χάριν· οἱ δ’ ἐκείνους ἐκδεξάμενοι ταυτησὶ τῆς τελετῆς ἐδεήθησαν, τὴν φωνὴν δυνάμενοι μόνον. Τοῖς μὲν γὰρ πρώτοις ἱερεῦσι θυσιαστήριον ἦσαν αἱ χεῖρες· τοῖς δὲ μετ’ ἐκείνους δι’ ἐκείνων ὁ Χριστὸς τοὺς μυστοδόκους ᾠκοδόμησεν οἴκους.
23. Ἐπιλέγει δὲ οὐδὲν οἷον πρότερον ἐπιχέων τῇ τραπέζῃ τὸ μύρον, ἀλλὰ τοῦτ’ αὐτὸ μόνον ᾄδει τῷ Θεῷ ᾆσμα, φωνῆς μὲν Ἑβραίας συλλαβαῖς ὡρισμένον ὀλίγαις, διανοίας δὲ παναγοῦς τοῦ τῶν ἱερῶν προφητῶν χοροῦ. Καὶ γὰρ ἔστι μὲν εὐφημεῖν μακρῷ λόγῳ τὰ κατωρθώμενα διεξιόντας· ἔστι δὲ ῥήμασιν ὀλίγοις τὴν ᾠδὴν ὁρίζοντας τὸν ὑμνούμενον ἀναδεῖν. Προσήκει δ’ ἄν, οἶμαι, τὸ μὲν πρῶτον παρῳχηκότων ἢ μελλόντων ἔτι τῶν ἐπαινουμένων ἔργων, ἵν’ εἶεν ἀντὶ τούτων τοῖς θεωμένοις οἱ λόγοι· ἐνισταμένων δὲ καὶ γινομένων, οἶμαι, τὸ δεύτερον, ὅτε τῶν πραγμάτων παρ’ ἑαυτῶν φαινομένων, ἀνάγκη τῶν κηρυττομένων λόγων οὐδ’ ἡτισοῦν πλὴν τὴν ἡδονὴν ὅσον ἐνδείξασθαι καὶ τὸ θαῦμα· ὥσπερ καὶ οἱ προφῆται ἕως Ἰωάννου προεφήτευσαν, τὸ γὰρ ἐντεῦθεν, τί τῶν ἀγγέλων ἔδει, τοῦ μεμηνυμένου φανέντος; ἐκεῖνον γὰρ οὐδὲν ἢ βοᾶν καὶ στεφανοῦν ὑπόλοιπον ἦν, ὃ καὶ τοῖς ἀγγέλοις ἐδόκει οἷς ἐφάνη πρώτοις ἐλθὼν εἰς τὴν γῆν, ὧν τὸ «Δόξα ἐν ὑψίστοις Θεῷ» περὶ αὐτὸν χορευόντων ἦν ἡ φωνή, κατὰ τοῦτον δὴ τὸν λόγον ὁ ἱεράρχης, ἐπεὶ τὸν καλούμενον εὐεργέτην ἐπ’ αὐτῶν οἶδε τῶν ἔργων, οὔτε εὔχεται οὐδὲν τῶν ἐν ταῖς εὐχαῖς αὐτῷ προκεχωρηκότων, οὔτε καταλέγει τὰ τῆς φιλανθρωπίας ἑστῶτα πρὸ τῶν ὀφθαλμῶν, ἀλλὰ τοῦτο μόνον ἀγάλλει τῷ μέλει τῷ μυστικῷ.
24. Ὅτι δ’ ἡ τοῦ θυσιαστηρίου δύναμις τὸ μύρον ἐστίν, ἐχρῆν τῇ δυνάμει ταύτῃ καὶ τὴν ὑποκειμένην ὕλην οἰκείως ἔχειν· δρᾶσαι γὰρ ἂν οὕτω βέλτιον, ὥσπερ καὶ πῦρ καὶ φῶς διὰ τῶν ἐπιτηδείων, οἶμαι, σωμάτων· ἐπεὶ καὶ τοὔνομα αὐτὸ τοῦ Σωτῆρος, ὃ πάντα ἐδύνατο καλούμενον, οὐκ ἐν τοῖς ἁπάντων στόμασι τὴν ἰσχὺν ὁμοίως ἐπεδείκνυ τὴν αὑτοῦ. Καὶ τοίνυν ζητήσας ὅ τι ἂν τῶν σωμάτων κατάλληλον ὁ τελεστὴς ὑποθείη τῷ μύρῳ, τῶν μαρτυρικῶν ὀστέων ὃ προσήκει μᾶλλον εὗρεν οὐδέν, καὶ ταῦτα μυρίσας καὶ ἀληλιμμένα τῇ τραπέζῃ προσθείς, τὸ θυσιαστήριον ἀπαρτίζει.
25. Μαρτύρων γὰρ τοῖς τοῦ Χριστοῦ μυστηρίοις οὐδὲν συγγενέστερον, οἷς πρὸς αὐτὸν τὸν Χριστὸν καὶ σῶμα καὶ πνεῦμα καὶ θανάτου σχῆμα καὶ πάντα κοινά· ὃς καὶ ζῶσι συνῆν καὶ τελευτώντων τοὺς νεκροὺς οὐκ ἀπολιμπάνει, ἀλλὰ ταῖς ψυχαῖς ἡνωμένος ἐστὶν ὅπως καὶ τῇ κωφῇ ταύτῃ σύνεστι καὶ ἀναμέμικται κόνει· καὶ εἴ που τῶν ὁρωμένων τούτων ἔστιν εὑρεῖν τὸν Σωτῆρα καὶ κατασχεῖν, ἐπὶ τῶν ὀστέων ἔξεστι τούτων.
26. Διὰ ταῦτα πρὸς τῷ νεῷ γενόμενος, εἰσάγειν δεῆσαν, ἐκείναις ταῖς φωναῖς αὐτοῖς ἀνοίγει τὰς πύλας αἷς ἂν εἰ τὸν Χριστὸν εἰσῆγεν αὐτόν, καὶ τἄλλα δὲ παραπλησίως τοῖς ἱεροῖς ἐτίμησε δώροις. Ἄλλως τε Θεοῦ μὲν νεὼς ἀληθὴς καὶ θυσιαστήριον τὰ ὀστᾶ ταῦτα, ὁ δὲ χειροποίητος οὗτος τἀληθοῦς μίμημα. Οὐκοῦν εἰκὸς ἦν τοῦτον ἐκείνῳ προστεθῆναι, καὶ πρὸς τὴν τελείωσιν ἐκείνου τοῦτον εἰλῆφθαι, καθάπερ τῶν νόμων τοῦ παλαιοῦ τὸν καινόν.
27. Ἐπεὶ δὲ πάντα ἤδη τελέσοι, καὶ πρὸς τὴν θυσίαν καὶ τὰς εὐχὰς τὴν οἰκίαν παρασκευάσοι, λύχνον ἐπὶ τὸ θυσιαστήριον ἅψας, ἔξεισι· πρῶτον μὲν δεικνὺς τὸν τῆς θυσίας, οἶμαι, καιρόν, πηνίκα τὴν ἀρχὴν ἐξεδόθη, καὶ γὰρ περὶ τὴν ἑσπέραν καὶ τὰς τῶν λύχνων ἁφάς· ἔπειτα, ὡς ἐν οἰκίᾳ τοῦ τὴν δραχμὴν ἀπολωλεκότος, ὁ λύχνος οὗτος ἐκεῖνον ἡμῖν εἰσάγει τῇ μνήμῃ τὸν λύχνον ὃν ἅψας καὶ ζητήσας, τὴν πολλῇ γῇ καὶ σκότῳ συγκεκαλυμμένην εὗρε δραχμήν, ὡς ἂν ὑπὸ γῆν ἐν ᾅδου κειμένην. Τοῦτο γάρ, οἶμαι, δύναται τὸ σαρῶσαι τὴν οἰκίαν, τὸ πάντα ἀνακαλύψαι καὶ ὑπὸ τὸ φῶς ἀγαγεῖν ὃς καὶ τὸν ᾅδην φωτὸς ἐνέπλησεν εἰσελθών.
27, 2. Χρίει δὲ τὸν οἶκον ἅπαντα τῷ μύρῳ περιϊών, ἵνα προσευχῆς οἶκον αὐτὸν ἐργάσηται καὶ τοὔνομα ἐνεργὸν ἔχῃ καὶ πρὸς τὰς εὐχὰς ἡμῖν βοηθῇ. Ἡ γὰρ πρὸς τὸν Θεὸν τῶν ἀνθρώπων παρουσία καὶ τὸ κατευθύνον τὴν προσευχὴν ἡμῶν ὡς θυμίαμα τὸ μύρον ἐστὶ τὸ ἐκκενωθὲν ὁ Σωτήρ, παράκλητος ἡμῖν γενόμενος πρὸς τὸν Θεὸν καὶ μεσίτης. Ἐπεὶ γὰρ μονογεννὴς ὢν αὐτὸς ἑαυτὸν εἰς τοὺς δούλους ἐξέχεεν, εἰκότως ὁ Πατὴρ διήλλακται, καὶ ἥμερον εἰς ἡμᾶς βλέπει καὶ προσιόντας προσίεται φιλανθρώπως, ὡς ἂν αὐτὸν εὑρίσκων ἐν ἡμῖν τὸν Υἱὸν τὸν ἀγαπητόν. Ὅθεν ἀκόλουθον ἦν εἰς τὴν οἰκίαν ἐν ᾗ τὸν Θεὸν καλοῦμεν καὶ προσευχῆς ἐστιν ἐργαστήριον, τὸ παναγέστατον ἐκκενωθῆναι μύρον· ἵνα τὸν αὐτόθι καλούμενον Θεὸν εἰς ἑαυτὴν ἐπιστρέφῃ καὶ κατὰ τὴν τοῦ Σολομῶντος εὐχὴν «οἱ ὀφθαλμοὶ αὐτοῦ νυκτὸς καὶ ἡμέρας εἰς τὸν οἶκον τοῦτον ὦσιν ἀνεῳγμένοι». Ἄλλως τε ναὸν Θεοῦ καλούμενον ἵνα πρὸς τὸν ἀληθῆ ναὸν ἀναφέρῃ, καὶ πρὸς ἐκεῖνον ἔχῃ τι κοινόν, ἔδει καθάπερ ἐκεῖνος ἐχρίσθη τῇ θεότητι, τὸν ἴσον τρόπον καὶ αὐτὸν γενέσθαι χριστὸν τῷ μύρῳ ἀληλιμμένον. Λέγω δὲ ναὸν ἀληθῆ τοῦ Θεοῦ τὸ πανάγιον αὐτοῦ σῶμα, ὥσπερ αὐτὸς ἐκάλεσεν αὐτό· «Λύσατε, λέγων, τὸν ναὸν τοῦτον».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου