Κατήχησις
τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν
Θεοδώρου τοῦ Στουδίτου
εἰς τὴν Κυριακὴν τῆς Τυροφάγου
Περὶ νηστείας, καὶ ὅτι ἡ ἀληθὴς νηστεία τοῦ ἀληθινοῦ ὑποτακτικοῦ ἐστὶ τὸ κόψαι τὸ ἴδιον θέλημα.
Εὐλόγησον πάτερ.
Ἀδελφοὶ καὶ πατέρες, ὁ ἀγαθὸς Θεὸς ἡμῶν,
ὁ χαρίζων τὴν ζωὴν ἡμῶν, καὶ ἄγων ἡμᾶς ἀπὸ χρόνον εἰς χρόνους διὰ
φιλανθρωπίαν αὐτοῦ ἤγαγεν ἤδη ἡμᾶς καὶ ἐν χρόνῳ τούτῳ τῶν ἁγίων
νηστειῶν, ἐν ᾧ ἕκαστος τῶν ἀγωνιστῶν ἀγωνίζεται καὶ κοπιάζει ὑπὲρ τῆς
σωτηρίας τῆς ψυχῆς αὐτοῦ, καθὰ προαιρεῖται καὶ δύναται καὶ ὁ σπουδάζων
εἰς τὴν ἐγκράτειαν νηστεύει διπλᾶς καὶ τριπλᾶς ἡμέρας, ὁ δὲ εἰς τὴν
ἀγρυπνίαν σπουδάζων ἀγρυπνεῖ, ἀναγινώσκει, προσεύχεται τόσας καὶ τόσας
ὥρας· ἄλλος πάλὶν εἰς τὰς γονυκλισίας ποιεῖ τόσας καὶ τόσας μετανοίας
ἕως ἐδάφους ἢ καὶ ἄχρι τοῦ ὑποποδίου κατὰ τὴν ἑαυτοῦ δύναμιν καὶ ἄλλος
ἐπὶ ἄλλῳ τινι τῶν κατορθωμάτων ἀγωνίζεται, καὶ εἰ ἐβούλετο τις ἰδεῖν
πολλὴν σπουδὴν καὶ προθυμίαν ἐν ταῖς ἡμέραις ταύταις ὁ μοναχὸς ὁ ὑπὸ τὴν
ὑποταγὴν ὢν καὶ ἔχει διακόνημα καὶ ὑπάρχει ἀληθινὸς ὑπήκοος, οὐκ ἔχει
τὸν ἀγῶνα ἔν τινι καιρῷ μόνον, ἀλλ᾿ ἐν πάσῃ τῇ ζωῇ αὐτοῦ ἀδιακόπως
ἀγωνίζεται· ἀλλὰ τὶς ἐστὶν ὁ ἀγὼν τοῦ ὑπηκόου ὑποτακτικοῦ; καὶ ποῖον
ἐστὶ τὸ μέγα κατόρθωμα αὐτοῦ καὶ ὁ στέφανος ὁ λαμπρός; τὸ μὴ θαρρεῖν τῷ
ἰδίῳ λογισμῷ, μηδὲ ποιεῖν αὐτογνωμόνως τὸ ἑαυτοῦ θέλημα, ἀλλ᾿ ὅ,τι ποεῖ,
ποιεῖ τοῦτο διὰ ἐρωτήσεως τοῦ ἡγουμένου ἢ καὶ τοῦ αὐτοῦ γέροντος ἢ τοῦ
οἰκονόμου, ὅπερ ἐστὶ μᾶλλον βελτιώτερον πάντων τῶν καλῶν ἀγωνισμάτων καὶ
ὡς ἐν συντόμῳ εἰπεῖν, μαρτυρίου στέφανον κέκτηται ἡ ὑποταγὴ μετὰ τῆς
ἀδιακρίτου ὑπακοῆς· ἤτοι τὸ κόπτειν τὸ ἴδιον θέλημα καὶ ποιεῖν τοῦ
προεστῶτος αὐτοῦ, ὅπερ ὡς




.jpg)

